Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 97 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
97.p107
97.p107
ἄμεινον εἰπεῖν καὶ πότʼ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθʼ ὁρμεῖν· ὅστις δὲ λόγου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατʼ οὐδέτερον τούτων ἁμαρτήσεται. ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην. οὐκ ἄρα τοῦ φιλοσόφου μᾶλλον ἢ τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ μὴν ὅστις γε ἃ προσήκει λέγειν οἶδεν οἶδεν ἃ πράττειν προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδὼς ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν ὅ γε εἰδὼς ἑτέρῳ τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. ὁ αὐτὸς ἄρα ἐκ τοῦ λόγου φαίνεται λέγειν τε ἃ δεῖ καὶ πράττειν δυνάμενος καὶ ὁ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών.
97.p108
97.p108
ταῦτʼ ἄρα καὶ οἱ παλαιοὶ συνῆπτον τὰς δυνάμεις καὶ οὐ διέκρινον. ἀλλʼ Ὅμηρος μὲν ἔφη τὸν Φοίνικα ὑπὸ τοῦ Πηλέως πεμφθῆναι τῷ Ἀχιλλεῖ
97.p108
μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτηρά τε ἔργων,
97.p108
ὡς τὸν αὐτὸν εἰδότα ἅ τε δεῖ λέγειν καὶ ἃ πράττειν ἄμεινον. καὶ πρό γε τούτου πρότερον αὐτὸς συνῆψεν εἰπὼν
97.p108
οὔπω εἰδόθʼ ὁμοιίου πολέμοιο,
97.p108
οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν,
97.p108
τὸ μὲν πρακτικὸν ἐξ ἑνὸς εἴδους τοῦ κατὰ τὸν πόλεμον ἐμφανίζων, τὸ δʼ αὖ λογικὸν ἐκ τοῦ κατὰ τὰς ἀγορὰς, μνησθεὶς δὲ ὅμως ἀμφοτέρων τὸ
97.p108
ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι
97.p108
ταῖς ἀγοραῖς προσέθηκεν, οὐ τῷ πολέμῳ, ὡς ἀμείνω τὸν ῥήτορα ὄντα ὅταν λέγῃ περὶ τῶν πρακτέων, ἢ ὅταν αὐτὸς πράττῃ τὴν πρᾶξιν. εἰκότως. ὅσῳ γὰρ βέλτιον ἄρχειν ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον ἢ πράττειν. ὁ μὲν γὰρ οἶμαι πολλοῖς σύμβουλος γίγνεται, ὁ δὲ ἀνθʼ ἑνὸς ἄλλου τινὸς γίγνεται. ὥσπερ οὖν
97.p108
τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταῦτα ἃ τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας,

Intertext edge

Open linked passage

Note