Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
98.p109
98.p109
οὕτω τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖπεν ἀριπρεπεῖς, μάλα ὀρθῶς προσειπών. ὁ μὲν γὰρ ἐν πολλοῖς πράττων οὐκ ἔκδηλος γίγνεται· πολλοὶ γὰρ οἱ μετέχοντες· ὁ δὲ εἰς τὸ μέσον λέγων ἅπαντας ἐφέλκεται καὶ πάντες εἰς αὐτὸν ὁρῶσιν·
98.p109
ὁ δʼ ἀσφαλέως ἀγορεύει,
98.p109
αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν.
98.p109
εἰς γὰρ ἕτερα αὖ παραπλήσια σχεδὸν αὐτομάτως ἥκει φέρων ὁ λόγος· ἐν οἷς Ὅμηρος σαφῶς μαρτυρεῖ ὅτι οὐ κολακεύων ὁ ῥήτωρ λέγει οὐδὲ ὑποπεπτωκὼς, οὐδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα θαυμάζων, οὐδὲ ἐπίκαιρον ἡδονὴν διώκων, ἄλλος ἄλλοθι γιγνόμενος, ὥσπερ οἱ ὀψοποιοὶ χάριν ἡδονῆς ἑτέρου, οὐδὲ σχηματιζόμενος ὡς δοῦλος τῶν ἀεὶ δυναμένων, ἀλλʼ ἀσφαλῶς ἀγορεύει, φησί. τὸ δὲ ἀσφαλῶς ἔστιν ἀπταίστως. ἀμήχανον δὲ ἀπταίστως λέγειν ὅστις μὴ ὑγιῶς λέγει. αἴτιον δὲ τούτου φησὶν ὅτι αἰδοῖ μειλιχίῃ, οὐ τὸ ἀναιδέστατον ἦθος τὸ τοῦ κόλακος λαμβάνων ἐν τῇ ψυχῇ καὶ ἀναματτόμενος, ἀλλʼ αἰδούμενος. τοῦ γὰρ τοιούτου καὶ τοὺς λόγους ἀνάγκη κοσμίους εἶναι, κόσμον δὲ καὶ τάξιν ἔχοντα κρατεῖν. Ἡσίοδος δʼ αὖ φησι καὶ τοὺς βασιλέας θείᾳ μοίρᾳ καὶ δόσει γίγνεσθαι λόγων μετόχους, λέγων ὅτι ἡ Καλλιόπη
98.p109
καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
98.p109
ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο,
98.p109
γιγνόμενόν τʼ ἐσίδωσι διοτρεφέων βασιλήων,
98.p109
τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἀοιδὴν,
98.p109
τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
98.p109
πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
98.p109
ἰθείῃσι δίκῃσιν· ὁ δʼ ἀτρεκέως ἀγορεύων
98.p109
αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε·
98.p109
σχεδὸν οὐ μόνον κατὰ ταὐτὰ, ἀλλὰ καὶ ταὐτὰ ἄντικρυς Ὁμήρῳ λέγων, μᾶλλον δὲ πολὺ κυριώτερον καὶ λαμπρότερον οὗτος τῇ ῥητορικῇ συναγορεύων, ὁπότʼ οὐ μόνον πράττειν τὰ δέοντα τὸν αὐτὸν ὅνπερ λέγειν τὰ δέοντα