Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 99 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
99.p110
99.p110
τίθησιν, ἀλλὰ καὶ τοὺς ἀρίστους τῶν βασιλέων ῥητορικῆς φησι μετουσίᾳ γίγνεσθαι τοιούτους. καὶ προστίθησι
99.p110
τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
99.p110
βλαπτομένοις ἀγορῇφι μετάτροπα ἔργα τελεῦσι,
99.p110
ῥηιδίως μαλακοῖσι παραιφάμενοι ἐπέεσσι·
99.p110
δύʼ ἐν τούτοις μαρτυρῶν, ὅτι τε ἡ ῥητορικὴ σύνεδρος τῆς βασιλικῆς καὶ ὅτι περὶ τὸν αὐτόν ἐστι τό τε τοῦ ἐχέφρονος πρόσρημα καὶ τὸ λέγειν καλῶς. ὁ γὰρ ἐν μὲν τοῖς ἄνω ποιήσας ὡς ἄρα ἡ Καλλιόπη τοῖς αἰδεσιμωτάτοις τῶν βασιλέων ἕπεται καὶ ποιεῖ δύνασθαι λέγειν, ἐνταῦθα δὲ προσθεὶς
99.p110
τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες,
99.p110
ὥστε διαιρεῖν τὰ τοῦ δήμου διάφορα, δεικνύει ἐν ᾗ μοίρᾳ πρόσθεν ἔθηκε τοὺς λόγους, ἐν ταύτῃ τὴν σωφροσύνην, καὶ πάλιν
99.p110
αὖθις ὡς οὐχ ὑπʼ ἀνοίας τοὺς ῥήτορας ὄντας καὶ ἐχέφρονας, ῥητορικῆς μὲν ἀρχὴν φρόνησιν καὶ σωφροσύνην τιθεὶς, ταύτας δʼ αὖ συνάψας πρὸς ἀλλήλας, τήν τε βασιλικὴν καὶ δικαστικὴν, ὀρθῶς ἀγορεύων Ἡσίοδος καὶ τὰς Μούσας ἀμειβόμενος δικαίως, παρʼ ὧν καὶ τὸ δύνασθαι περὶ τούτων λέγειν παρειληφὼς ἦν. οὐκοῦν οἱ μὲν ἐχέφρονες περὶ τούτων λέγουσι τὰ δέοντα, οἱ δὲ βασιλεῖς λέγειν εἰδότες εἰσὶν ἐχέφρονες, οὐ μόνον ἵνʼ αὐτοὶ τὰ δέοντα πράττωσιν, ἀλλʼ ἵνα καὶ ἑτέρους παρασκευάζωσιν. ἔστιν ἄρα ῥητορικῆς ἔργον καὶ φρονεῖν ὀρθῶς καὶ μὴ μόνον αὑτὸν ἃ δεῖ πράττοντα, ἀλλὰ καὶ ἑτέρους πείθοντα ἃ δεῖ πράττειν παρέχεσθαι, καὶ ὅλως εἶναι βασιλικόν. οὐκ ἀποστατεῖ δὲ οὐδὲ ἡ παροιμία τούτων ἡ λέγουσα οἷος ὁ τρόπος, τοιοῦτον εἶναι καὶ τὸν λόγον· καὶ πάλιν τὸ ἕτερον ὡσαύτως. οὕτω καὶ τοῖς παρʼ ἡμῶν λόγοις, μᾶλλον δὲ οἷς αὐτὸς ὑποτίθησιν ὁ λόγος, καὶ τῇ παρὰ τῶν πραγμάτων μαρτυρίᾳ καὶ τῇ παρὰ τῶν ἐντιμοτάτων ποιητῶν καὶ τῇ τῶν παροιμιῶν πίστει παρʼ ἡμῖν τἀληθές ἐστιν.
99.p111
99.p111
εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν ἐπισκώπτων φῇ τις ἀνὴρ κωμικός. ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευτῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων προσέσται

Intertext edge

Open linked passage

Note