Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 9 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
9.p10
9.p10
γνοίη δʼ ἄν τις ἐκείνως, εἰ τὸ τῆς ῥητορικῆς ὄνομα ἐξελὼν τὸ τῆς φιλοσοφίας ἀντʼ ἐκείνου μεταλάβοι καὶ ἐπὶ τούτῳ πᾶσι τοῖς αὐτοῖς χρήσαιτο. καὶ μηδεὶς μήτε ἀγροικίαν μήτε ψυχρότητα καταγνῷ τοῦ λόγου. μάλιστα μὲν γὰρ οὐ δή που δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις, οὐδʼ ἂν ὁτιοῦν βλασφημῶσιν εἰς τοὺς ἑτέρους, οὐδὲν ἄγροικον ὑπεῖναι φήσομεν, τοῖς δʼ οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώσομεν· ἔπειτʼ οὐ τοῦ φορτικοῦ χάριν εἰρήσεται, ἀλλὰ τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναι φαμέν. οὐκοῦν ὡδὶ γίγνεται δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας, καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δʼ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλʼ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασι. καὶ διὰ πάντων δὴ τῶν εἰρημένων, εἴ τις οὕτως ἅπαντα τἄλλα κατὰ χώραν ἐῶν τὴν ῥητορικὴν εἰς τὴν φιλοσοφίαν μεταλαμβάνοι, συμβαίνει δή που μηδὲν ἐμποδίζεσθαι τά γε ῥήματα. ἀλλʼ οὔτε τοῦτο ὑγιαίνοντος, οἶμαι, οὔτʼ ἐκεῖνο ἀποδεικνύντος. οὔτε γὰρ φιλοσοφίας τῶν ὀψοποιίας ὀνειδῶν οὐδὲν ἅψεται δήπουθεν, ἕως ἂν ἄλλο τι τὴν φύσιν ᾖ, οὔθʼ οἷς ὀψοποιικὴν κακίζει τις ἐξελέγχει ῥητορικὴν, ἕως ἂν μὴ δείξῃ τὴν ἀνάγκην, ὑφʼ ἧς ταῦτα ὁμοίως ἔχει, πλὴν εἰ τοῦτʼ αὐτὸ ἱκανὸν ἡγήσατο εἰς ἀνάγκην περιστῆσαί τινα τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν. καίτοι τοῦτο ὀκνῶ μὲν εἰπεῖν, οὐκ ἔχω δὲ μαθεῖν ὡς οὐχ ὑβρίζοντός ἐστιν.

Intertext edge

Open linked passage

Note