Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
116.p1
116.p1
παραιτεῖσθαι μὲν οὐκ οἶδʼ ὅ τι δεῖ περὶ τῶν αὐτῶν πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντας ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτʼ ἄξιον αἰδοῦς εἶναι δοκεῖ. παρέστη δέ μοι θαυμάσαι πολλάκις ἄλλα τε δὴ τῶν ἐν Γοργίᾳ καὶ τὴν κατηγορίαν ἣν ἐποιήσατο Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους καὶ Κίμωνος, καὶ ταῦτʼ ἀφελῶς οὕτως καὶ ἀνειμένως, ὃ μηδʼ ἂν εἷς εἰκάσειε πρὶν διακοῦσαι τοῦ διαλόγου. πρῶτον μὲν γὰρ οὐδὲ τὸ πρᾶγμα ἐπηνάγκαζεν, οὐδʼ ἔχοι τις ἂν εἰπεῖν. νὴ Δία, ὁ γὰρ λόγος αὐτῷ διεφθείρετο μὴ τούτους κακῶς εἰπόντι· ἀλλὰ ἐξῆν καὶ χωρὶς τῆς βλασφημίας ταύτης περαίνειν τὴν ὑπόθεσιν. εἰ μὲν γὰρ τοῦτʼ εὐθὺς ἐξ ἀρχῆς προὔθετο καὶ τοῦτʼ ἐνεστήσατο ἐξετάσαι τοὺς Ἀθήνησι πολιτευσαμένους, ἐκ τοῦ πράγματος ἦν ἴσως καὶ περὶ τούτων λέγειν. νῦν δὲ τί φησὶ καὶ πρὸς τί προσῆγε τὸν λόγον; δύο ταύτας εἶναι παρασκευὰς περὶ σῶμα καὶ ψυχὴν, μίαν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν ἑτέραν δὲ πρὸς τὸ βέλτιστον· καὶ τὴν μὲν πρὸς ἡδονὴν ἀγεννῆ καὶ κολακείαν εἶναι, τὴν δὲ