Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
117.p2
117.p2
ἑτέραν σπουδαῖον καὶ καλόν. ὥστε τίς ἦν βλάβη τῷ λόγῳ μὴ τούτων τῶν ἀνδρῶν κακῶς ἀκουσάντων; καὶ μηδὲν μᾶλλον ἐκινδύνευε τό γε δή που πρὸς χάριν ἀντὶ τοῦ τὰ βέλτιστα λέγειν χρηστὸν νομισθῆναι, ἄλλως τε καὶ τοῦ Καλλικλέους ἀπειρηκότος ἤδη πολλάκις, ὡς αὐτὸς ἐνδείκνυται, καὶ τελευτῶντος εἰπόντος σὺ μὲν οὐκ οἶδʼ ὅντινά μοι τρόπον δοκεῖς εὖ λέγειν, ὦ Σώκρατες· πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος, οὐ πάνυ σοι πείθομαι. οὐ γὰρ δὴ τοῦτό γε ἔστιν εἰπεῖν, ὡς εἰ ψέξειεν ἐκείνους, μᾶλλόν τι πείσειν αὐτὸν ἡγεῖτο καὶ προσάξεσθαι. τοὐναντίον γὰρ ἔμοιγε δοκεῖ μᾶλλον ἂν καὶ παροξῦναι καὶ πλέον θάτερον ποιῆσαι τῇ ʼκείνων βλασφημίᾳ, ὥστε οὕτω γʼ ἂν, ὅ φησιν αὐτὸς, ἀνεσόβει τὴν θήραν, καὶ ταῦθʼ ὅπερ ἐβούλετο δηλοῦν ἔχων ἤδη καὶ συνειληφώς. γνοίη δʼ ἄν τις ἐξ αὐτῶν τῶν ῥημάτων. προελθὼν γὰρ τοῦ λόγου, Ἆρʼ οὖν, φησὶν, οὕτως ἐπιχειρητέον ἡμῖν ἐστι τῇ πόλει καὶ τοῖς πολίταις θεραπεύειν, ὡς βελτίστους αὐτοὺς τοὺς πολίτας ποιοῦντας; πάνυ γʼ, εἴ σοι ἥδιον, φησὶν ὁ Καλλικλῆς. ὥσθʼ ὅτε ὡμολόγητο καὶ συγκεχώρητο ὑπὲρ οὗ πᾶς ἤνυστο λόγος καὶ πρὸς ὃ πάντα ταῦτʼ εἶχε τὴν ἀναφορὰν, τίς ἦν ἡ ζημία τῶν ἀνδρῶν μὴ προσκαθάπτεσθαι; νῦν δὲ ὥσπερ ὠδίνων καὶ περιβαλλόμενος κύκλῳ τὴν ἐπʼ ἐκείνους ὁδὸν οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς λόγους φαίνεται. καὶ μὴν τὸ μὲν διάφορον οὐχὶ μικρόν. ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ αὐτῆς τῆς ἀληθείας ἀγωνίζεσθαι, τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι, ἄλλος δʼ ἄν τις εἴποι διαβάλλων οὐ πόρρω κακοηθείας εἶναι. καίτοι πῶς οὐκ ἄτοπον τοσοῦτον προέχοντα φιλανθρωπίᾳ καὶ μεγαλοψυχίᾳ τὴν τοῦ βασκαίνειν δοκεῖν παρέχειν λαβὴν ὅσα γε ἐκ τῶν λόγων; θαυμάζω δὲ εἰ κωμῳδίαν μὲν ἔξεστι ποιεῖν, κἂν μὴ