Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
119.p5
119.p5
ἠφίει τῇ πόλει, παρίημι, μή τις ἄρα εἴπῃ ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτό· ἐδόκει γὰρ ὥσπερ ἄλλο τι καὶ τοῦτο σύμβολον τοῦ Περικλέους εἶναι, τὸ ὑπερφρονεῖν χρημάτων. ὥστε καὶ αὐτὸς ποτὲ ἐν τῷ δήμῳ παρρησιαζόμενος καὶ λέγων περὶ τῶν αὑτῷ προσόντων ἀγαθῶν ἕν τι καὶ τοῦτο ἐν πρώτοις ἐτίθει τὴν περὶ ταῦτα μεγαλοψυχίαν. οὕτω δʼ ἦν παραπλήσιος κατὰ τὸν βίον καὶ τὴν πολιτείαν καὶ τοσοῦτον ἀπεῖχε τοῦ ζῆν πρὸς τὰς ἑτέρων ἡδονὰς ὥστε φασὶν οἱ γράψαντες περὶ αὐτοῦ διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν, ὥστε ἀπόντος μὲν Περικλέους ἐν ἀταξίᾳ πολλῇ καὶ ῥαθυμίᾳ τὴν ἐκκλησίαν εἶναι πολλάκις, φανέντος δὲ εὐθὺς μεταβάλλεσθαι καὶ σωφρονίζεσθαι πρὸς τὴν ὄψιν, ὥσπερ δεδιότας μή τι γνοίη Περικλῆς ὧν ἡμάρτανον. ὃ δέ φασιν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως, τοῦτʼ ἐκείνῳ δημαγωγῶν· ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μεῖζον φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὥσπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. συνελόντι δʼ εἰπεῖν σχῆμα τῆς πόλεως ἦν Περικλῆς, οὐ δουλεύειν ταῖς τῶν πολλῶν ἐπιθυμίαις, ἀλλʼ αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδʼ ὅ τι δόξειεν ἐκείνοις, τοῦτο λέγειν ἀξιῶν, ἀλλʼ ὅ τι δόξειεν αὐτῷ, τοῦτʼ ἐκείνους πράττειν ἐπαναγκάζων· οὐδʼ ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλʼ οὐδαμοῦ τοῖς κόλαξι πάροδον τὸ καθʼ αὑτὸν διδοὺς, τῇ μὲν χρηστότητι καὶ ταῖς ἐπιεικείαις ἐν πατρὸς ὢν τάξει τῷ δήμῳ, τῷ δὲ καθείργειν ἅπαντας καὶ πάνθʼ ὑφʼ αὑτὸν ἔχειν πλέον ἢ τύραννος. ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σαφῶς ἰδεῖν ὅτι εἴ τις ἄλλος καὶ Περικλῆς ἑκὼν δίκαιος. οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπησεν, οὐδʼ ὅπως μείζων τῆς τάξεως ἔσται προὐνοήθη, παρὸν αὐτῷ μᾶλλον παντὸς