Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 121 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
121.p8
121.p8
ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι· οἱ δὲ ταῦτά τε πάντα εἰς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφέλεια μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει εἰς τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δὲ ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως καὶ οὐκ ἤγετο μᾶλλον ὑπʼ αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονὴν λέγειν, ἀλλʼ ἔχων ἐπʼ ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν· ἐγίγνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δʼ ὕστεροι ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι ἐτράποντο καθʼ ἡδονὰς τῷ δήμῳ τὰ πράγματα ἐνδιδόναι, ἐξ ὧν ἄλλα τε πολλὰ ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς. εἶτα ἐπὶ τούτοις τὸ ἀκροτελεύτιόν ἐστι τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε, ἀφʼ ὧν αὐτὸς προέγνω, καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ.
121.p9
121.p9
ταῦθʼ ὑπὲρ τῆς Περικλέους προαιρέσεως καὶ πολιτείας ἁνὴρ διεξέρχεται, πρῶτον μὲν κατʼ αὐτὸν ἐκεῖνον γεγονὼς καὶ συγγεγονὼς, οὐχ ὥσπερ Πλάτων οὐδὲ ἰδὼν αὐτὸν φαίνεται· ἔπειτʼ οὐ φιλονεικίας ἕνεκεν οὐδεμιᾶς,

Intertext edge

Open linked passage

Note