Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 122 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
122.p10
122.p10
οὐδʼ εἰς ἀγῶνος χρείαν, οὐδʼ εἰς ἓν ὃ προὔθετο πάντα ἀναφέρων, ἀλλʼ ἐν ἱστορίᾳ καὶ διηγήσει τἀληθὲς ἁπλῶς οὑτωσὶ παραδιδοὺς, ὥσπερ ὅταν περὶ τῆς Πελοποννησίων εἰσβολῆς, ἤ τινος ἄλλου τῶν ἐφʼ αὑτοῦ διηγῆται. εἰ μὲν τοίνυν ἠμφισβητεῖτο τῷ Θουκυδίδῃ περὶ τούτων, ἄλλος ἂν ἦν λόγος· διδόντας δὲ καὶ πειθομένους ἀναγκαίως τοιοῦτον γενέσθαι τὸν Περικλέα, ποῦ τῶν βλασφημιῶν τούτων εἰκὸς ἀξιοῦν, ὡς διάκονος ἀντὶ προστάτου καὶ τῶν ὀψοποιῶν οὐδὲν ἦν βελτίων οὐδʼ ἐπιτηδειότερος χρῆσθαι πόλει; πολλοῦ μέντἂν ἄξιον ἦν κολακεία, εἰ Περικλεῖ τοῦτʼ ἦν ἐπενεγκεῖν τὸ πρόσρημα· ἐπεὶ σὺ μὴ μόριον μόνον κολακείας αὐτῷ προσθῇς, ἀλλὰ καὶ πᾶσαν τὴν κολακείαν φέρων ἀνάθες, καὶ νὴ Δίʼ, εἰ βούλει, τὴν ἰδέαν αὐτὴν, ἐφʼ ἣν πάντα ἀνάγεις, ἐὰν δείξῃς ὡς ὅτῳ ταῦτα ὑπῆρχε, τῇ Θεαρίωνος καὶ Μιθαίκου τύχῃ συνεκεκλήρωτο, καὶ τούτων ἀντίστροφος ἦν τὰ πολιτικά. ἀλλʼ ἴσως οἱ κόλακες πρότερον τἀληθῆ φανοῦνται λέγοντες ἢ ἡμεῖς, εἴ τι τοιοῦτον ἐκείνῳ προφέρειν ἀξιοῖμεν. φέρε δὴ πόθεν αὐτῷ πᾶς οὗτος ὁ λόγος ὡρμήθη καὶ πόθεν εἰς τὰς βλασφημίας τὰς κατὰ τῶν ἀνδρῶν ἀφίκετο; ἴσως οὐ χεῖρον ὡς πρὸς παρόντα καὶ συνόντα ποιήσασθαι τοὺς λόγους, ἀναμιμνήσκοντας οὑτωσί· ἔφησθα μὴ χρῆναι τὸν ἀγαθὸν πολίτην τὰς ἐπιθυμίας ἐκ παντὸς τρόπου ζητεῖν ἀποπιμπλάναι, μήτʼ αὐτὸν ἑαυτοῦ μήτε τῶν πολιτῶν, μηδὲ τοῦτον ὅρον τῆς εὐδαιμονίας τίθεσθαι, ἀλλὰ τὰ βέλτιστα ἀντὶ τῶν ἡδίστων προαιρεῖσθαι· μηδὲ γὰρ εἶναι τὸ ἡδὺ πάντως ἀγαθὸν, μηδʼ αὖ τὸ ἀγαθὸν τοῦ ἡδέος χάριν, ἀλλὰ τὸ ἡδὺ τοῦ ἀγαθοῦ χρῆναι διώκειν. οὐ ταῦτα κυκλεῖς ἄνω καὶ κάτω; καλῶς γε ποιῶν, ὦ ἑταῖρε, τὸ σὸν δὴ τοῦτο, καὶ τἀληθῆ λέγων. οὐδεὶς ἀντερεῖ μέχρι τούτου, οὔκουν ὅστις γε μὴ κἀμοί. ὅρα δὴ, τάχα γὰρ ἄν τι καὶ ἀλλοῖον ἐκβαίη. Περικλέους μοι λέγεις, ὦ ἄριστε, βίον καὶ

Intertext edge

Open linked passage

Note