Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
123.p11
123.p11
πολιτείαν, ὅταν ταῦτα λέγῃς, καὶ οὐκ ἐλέγχεις τὸν ἄνδρα, ἀλλʼ ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς, καὶ παρὸν αὐτῷ χρῆσθαι μάρτυρι τῶν λόγων μεθίστης οὐκ οἶδʼ ὅπως εἰς τοὺς ἀντιδίκους τὸν ἄνδρα. ἃ γὰρ σὺ διδάσκεις τῷ λόγῳ, ταῦτʼ ἐπὶ τῶν ἔργων ἐκεῖνος δείξας πρότερος φαίνεται· ὥστʼ εἰ μηδὲν προσέθηκας, ἀλλʼ ἐν τούτοις ἔστης, πᾶς τις ἂν εὗρεν ἐκ τῶν εἰρημένων τὸν Περικλέα, ὥσπερ τοὺς ἀπὸ τῶν γνωρισμάτων ἐν τοῖς δράμασι. σκόπει γὰρ πάλιν ἐξ ἀρχῆς ὥσπερ νόμον. οὐ χρὴ τὰς ἐπιθυμίας θεραπεύειν οὐδʼ εἰς ἀπέραντον ἐᾶν προϊέναι, ἀλλὰ κρατεῖν τῶν ἡδονῶν τόν γε δὴ χρηστὸν καὶ σώφρονα, καὶ τοὺς πολίτας μὴ συνεθίζειν τὸ πλέον ζητεῖν ἔχειν. ὁ τοίνυν Περικλῆς οὕτως ἦν ἄπο πολλοῦ τοῦ δουλεύειν ταῖς ἐπιθυμίαις ἢ τὸ πρὸς ἡδονὴν ζητεῖν ἢ πρὸς πλεονεξίαν, ἀλλὰ μὴ πρὸς τὸ βέλτιστον ἄγειν, ὥστʼ ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων φαίνεται τὴν δόξαν λαβών. αὐτός τε γὰρ τοῦ πλείονος τοσοῦτον ὑπερεῖδεν, ὅσον πλεῖστον ἐξῆν, τῇ τε πόλει συνεβούλευε μήτʼ ἀρχὴν ἐπικτᾶσθαι μήτʼ ἔξω τῶν ἀναγκαίων μηδὲν πραγματεύεσθαι, ἀλλʼ ἡσυχαζούσῃ τὸν πόλεμον διαφέρειν. καίτοι ὅτε τὸν πόλεμον μεθʼ ἡσυχίας παρῄνει διαφέρειν, σχολῇ γʼ ἂν ἄλλως ἐπέτρεψε πολυπραγμονεῖν εἰκῆ. καὶ μὴν αὐτός τε ἐν τάξει ζῆν, οὐχ ὡς ἥδιστα, προείλετο, καὶ τὸν δῆμον εἴ ποτʼ αἴσθοιτο ὑβρίζοντα κατεῖχε. πῶς ἄν τις μᾶλλον τοῖς Πλάτωνος λόγοις πειθόμενος φανερὸς γένοιτο, εἰ χρὴ τοῖς Πλάτωνος φῆσαι πείθεσθαι τὸν τοσοῦτον πρότερον Πλάτωνος, ἢ πῶς ἂν Πλάτων μᾶλλον ἐλεγχθείη τἀναντία αὐτὸς ἑαυτῷ λέγων ἢ εἰ φαίνοιτο ἅμα τʼ ἀξιῶν μὴ πρὸς ἡδονὴν μηδʼ ἐν κόλακος μοίρᾳ τοῖς δήμοις ὁμιλεῖν, ἀλλὰ πρὸς τὸ βέλτιστον, καὶ Περικλέα κακίζων, ὃς οὐ πρὸς ἡδονὴν, ἀλλʼ ἀπὸ τῆς ὀρθοτάτης ἀεὶ γνώμης ὡμίλει; ὅμοιον γὰρ ἐμοὶ δοκεῖ ποιεῖν ὥσπερ ἂν εἰ προειπὼν τοῖς ἀνθρώποις ὅτι οὕτω χρὴ προΐστασθαι