Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
124.p12
124.p12
τῶν πόλεων, ὡς Περικλέα ποτὲ τῶν Ἀθηναίων ἑωρᾶτε, εἶτʼ ἀπηγόρευε πάλιν μὴ οὕτως ὥσπερ ἐκεῖνος προΐστασθαι. φαίνεται γὰρ βουλομένῳ σκοπεῖν ὀρθῶς κἀν τοῖς λόγοις κἀν τοῖς ἔργοις τὰ κεφάλαια τοῦ διαλόγου πεπληρωκὼς ἁνὴρ, λέγω τοῖς μὲν λόγοις οἷς διεξῄει πρὸς τὸ πλῆθος ἑκάστοτε, τοῖς δὲ ἔργοις ἅ τε αὐτὸς αὐτοῖς ἐπὶ τοῦ βίου τοῦ καθʼ ἡμέραν ἐπεδείκνυτο, ἄξια τῆς παρρησίας ταύτης καὶ κακῶν ὧν ἐπὶ τῶν ἐκείνου καιρῶν ἀπέσχετο ἡ πόλις. μέχρι μὲν γὰρ ἐδημηγόρει Περικλῆς καὶ καθεῖργε τὸ πλῆθος, οὔτʼ εἰς Σικελίαν ἀποστόλους ἔπεμπον Ἀθηναῖοι οὔτε μακροὺς καὶ ἀνηνύτους τοῦ πολέμου κύκλους περιεβάλλοντο, ἀλλὰ καὶ τοῦ τείχους ἔξω προϊέναι περίεργον ἐπείθοντο εἶναι καὶ οὐκ ἀσφαλὲς οὐδὲ εἰδότων τὰ ὑπάρχοντα σώζειν. ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος, ὠνειροπόλουν μὲν Σικελίαν, ἐφίεντο δὲ Ἰταλίας, ὠρέγοντο δὲ Καρχηδόνος καὶ Λιβύης, πάντας δὲ ἀνθρώπους περιεσκόπουν, ἤρκει δὲ οὐδὲν αὐτοῖς, μακροτέραν δὲ τοῦ πολέμου τὴν παρενθήκην ἐποιήσαντο. ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δὲ εἴρηκας. πῶς οὖν ἄν τις ταῦτα δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων εἶθʼ οὕτως ἐξέμηνε; Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγγενόμενος βελτίων ἢ κατʼ ἐκεῖνον ἐγένετο, Ἀλκιβιάδης δʼ ἑταίρῳ χρώμενος Σωκράτει μικρὰ, μᾶλλον δʼ οὐδὲν ἀπώνατο τῆς συνουσίας. ὥστʼ οὐκ ἀνεκτὸν εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται. Πλάτων τοίνυν ὥσπερ ἐξεπίτηδες ἐναντία τῶν ὄντων λέγων ἢ τοὺς θαυματοποιοὺς μιμούμενος οὐ μόνον Περικλέους κατηγόρηκεν ἃ μὴ προσῆκεν, ἀλλὰ καὶ δεινόν τί φησιν εἶναι, εἴ τις Ἀλκιβιάδην αἰτιάσεται τῶν αὐτῶν τούτων πραγμάτων. ἐκ δὲ τοῦ λόγου