Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
125.p13
125.p13
φαίνεται τῷ μὲν οὐδʼ ὁτιοῦν προσῆκον τῶν αἰτιῶν, τῷ δʼ οὐκ ἐλάχιστον μέρος. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας, τοῦτο δʼ ἦν τὰ ὑπάρχοντα σώζοντας, καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἔφη περιέσεσθαι, ὁ δὲ τῶν τὰ πολλὰ πράττειν πεισάντων εἷς ἦν. ἐν οἷς ἄλλα τε πολλὰ καὶ ὁ εἰς Σικελίαν ἡμαρτήθη πλοῦς, ἐξ ὧν πλείους τῶν συμμάχων τοὺς πολεμίους ἐκτήσαντο καὶ τελευτῶντες ἀπήλλαξαν ὡς ἴσμεν. οὔκουν ὁ Περικλῆς ἦν ὁ ποιήσας οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν, οὐδὲ διʼ ὃν τῶν ἀρχαίων σαρκῶν, ὡς σὺ φῂς, ἐστερήθησαν, ἀλλʼ ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς καὶ τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων καὶ τὴν Σικελικὴν τράπεζαν προξενῶν, ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος καὶ μηδαμοῦ στῆναι τῶν ἐλπίδων ἐῶν τὸν δῆμον, ἀλλʼ ἀεὶ μακρότερʼ αὐτοῖς ὧν ἐβούλοντό τε καὶ ἐδέοντο ὑποτιθεὶς καὶ τἀναντία τῷ Περικλεῖ πολιτευόμενος, μετὰ τὴν ἐκείνου τελευτήν. οὐκοῦν πρίν τινα τῶν ἀντιπάλων ἑλεῖν, ἕνα τῶν φίλων θηρεύσας ἄγεις, καὶ πέπονθας ταυτὸν τῷ Πινδάρου Πηλεῖ, ὃς τῆς τε θήρας διήμαρτε καὶ τὸν Εὐρυτίωνα φίλτατον ὄντα ἑαυτῷ προσδιέφθειρε. τὸ δʼ αὐτὸ κἀν τοῖς ὕστερον οἶμαι Ἀδράστῳ τῷ Γορδίου φασὶ συμβῆναι.
125.p14
125.p14
ἐγὼ τοίνυν περὶ μὲν Ἀλκιβιάδου τὰ νῦν οὐδὲν δέομαι λέγειν, ἀλλὰ καὶ τοῦθʼ ὑπʼ αὐτοῦ τοῦ λόγου προήχθην ἄκων εἰπεῖν· εἰ δὲ ἡ γεωμετρία καλὸν καὶ ἡ κατʼ αὐτὴν ἰσότης, καὶ δεῖ μὴ τούτων ἀμελεῖν, εὑρίσκω τὸν Περικλέα τὴν ἰσότητα κάλλιστα τιμήσαντα οὐ μόνον ἐν τοῖς