Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 129 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
129.p20
129.p20
διδόντες τὴν ψῆφον, σχολῇ γʼ ἂν ἄλλος τις ἀποστεροίη. ἐπὶ δʼ ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδοδιδασκάλῳ τάχʼ ἂν οὐκ ἰσχυρὸν ἦν, εἰς δὲ λόγων κρίσιν μήποθʼ οὕτως σεμνὸς γενοίμην ὥσθʼ ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων ὡς οὐδενὸς ἀξίων. λέγω δὲ ἤδη ταῦτα πρὸς οὓς ἔξεστι. τῶν δὲ βεβήλων ὀλίγος ὁ λόγος. πάντως οὐδὲν δεῖ πύλας αὐτοὺς ἐπιθέσθαι τοῖς ὠσὶν, ἀλλʼ ἐπίκεινται πάλαι· τοὺς δὲ λέληθε καὶ αὐτὸ τοῦτο, οὕτω παντάπασιν ἀναισθήτως ἔχουσι καὶ τοσοῦτόν εἰσι πόρρω τῶν ἱερῶν. οὐκοῦν τῶν μαρτύρων ἡμῖν τῶν εἰς τοὺς λόγους κεκλημένων τῷ Περικλεῖ καὶ οἷς οὐκ ἐλάχιστον μετεῖναι φαίημεν ἂν τῆς περὶ ταῦτα ἐμπειρίας ὁ μὲν τῶν Ἑλληνίδων μεγίστην τὴν ἐκείνου γλῶτταν εἴρηκε, λέγων μὲν ἴσον τι καὶ φωνὴν, ἀναμίξας δέ τι τῆς παρὰ τῆς τέχνης πικρίας τοῖς ἀπὸ τῆς ἀληθείας. ὅμως δʼ οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι τῷ ἀνδρὶ, μηδʼ ἐνδείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ· ὁ δʼ ἀστράπτειν καὶ βροντᾶν καὶ κυκᾶν αὐτόν φησι δημηγοροῦντα. μὴ γάρ μοι τοῦτο εἴ τι μέμφεται αὐτοῦ, ἀλλʼ ὅσον εἰς τὸν παρόντα προσήκει λόγον τῆς μαρτυρίας λάβωμεν, ἔπειτα κἀκεῖνα μικρὸν ὕστερον, ἄν τι δέῃ, πρὸς ἡμῶν ὄντα φανήσεται. ὁ δὲ δὴ τρίτος ἄντικρυς ὥσπερ οὐδὲ κωμῳδίας οὗτός γε ποιητὴς, ἀλλʼ ὡς ἂν εἷς τῶν καλῶν κἀγαθῶν ἀνεπίφθονον αὐτῷ καὶ καθαρὰν τὴν μαρτυρίαν ἀποδέδωκε λέγων ὡς ἐκ δέκα μὲν ποδῶν ᾕρει τοὺς ῥήτορας ἐν τοῖς λόγοις, μόνου δὲ πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσι· πάντα δʼ εἶναι φλυαρίαν πρὸς ἐκεῖνον. φησὶ γοῦν οὑτωσὶ δυσχεραίνων

Intertext edge

Open linked passage

Note