Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 130 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
130.p21
130.p21
ῥήτωρ γάρ ἐστι νῦν τις ὧν γʼ ἐστὶν λέγειν;
130.p21
ὁ Βουζύγης ἄριστος ἁλιτήριος.
130.p21
οὕτως ἴσασιν οὕς τε προσήκει διασύρειν ἐπὶ τοῖς λόγοις καὶ οὓς ἄξιον θαυμάσαι.
130.p22
130.p22
ἆρʼ οὖν ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας, τὴν πειθὼ δὲ ἐπὶ τῶν χειλῶν ἔχων, τοσαύτης δὲ αἰδοῦς παρὰ πάντων τυγχάνων, τοιαῦτα δʼ ἀκηκοὼς ὑπὸ τῶν ἅπαντας ἐρευνώντων περὶ τἄλλα καὶ εἰς αὐτὸ τοῦτο κωμῳδούντων ὡς ἀδυνάτους εἰπεῖν, φλυαρίαν τινὰ καὶ λαλιὰν ἐπεδείκνυτο ἐν ταῖς ἐκκλησίαις, ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο, ἀλλʼ οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίγνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζων ἀπέχειν; σκεψώμεθα γὰρ τί τῆς λαλιᾶς ἐστὶ καὶ τί τῶν λόγων τῶν ἐμφρόνων. λαλιᾶς μὲν οἶμαι διὰ κενῆς ληρεῖν καὶ εἰς μηδὲν δέον καὶ διατρίβειν τηνάλλως, λόγων δὲ ἀληθινῶν τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι καὶ τὸ πρέπον σώζειν πανταχοῦ. τούτοις γοῦν ἕπεται καὶ τὸ κρατεῖν οἶμαι καὶ τὰς ψυχὰς προσάγεσθαι τῶν ἀκουόντων. ὁ τοίνυν Περικλῆς τοσοῦτον νικῶν καὶ τοσαῦτα ἀφʼ ὧν ἐνίκα πράττων λάλος μὲν ἥκιστα οἶμαι, λέγειν δὲ ἄριστος εἰκότως ἐνομίζετο. καὶ μὴν ἐν οἷς γε καὶ τοὺς ἄλλους αἰτιῶνται, ἅμα τοῦτόν τʼ ἀφιᾶσι καὶ τίνας ἀντὶ τούτου προσήκει μέμφεσθαι διδάσκουσιν. εἰ δὲ δεῖ καὶ σεμνοτέρου μάρτυρος, σκόπει τί φησιν ὁ Θουκυδίδης ἐν τοῖς περὶ αὐτοῦ λόγοις. εὑρήσεις γὰρ ἁπανταχοῦ μεμνημένον ὡς ἀρίστου λέγειν καὶ οὐδʼ ἀμφισβήτησιν δόντα ὅτι μὴ καὶ πράττειν οὗτός γε πρὸς τῷ λέγειν προστίθησιν, ἐπειδὰν

Intertext edge

Open linked passage

Note