Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
131.p23
131.p23
πρῶτον αὐτὸν εἶναι φῇ. καὶ οὗτος ὁ μάρτυς, ὦ χρηστὲ, τῶν Ἀντιφῶντος ἑταίρων ἐστὶ καὶ ἅμα ὡς τὸ εἰκὸς καὶ ἐφʼ ἑαυτῷ τι φρονῶν, ἀλλʼ ὅμως ἀποδίδωσιν ἐκείνῳ τὰ πρέποντα. ἦ που σοί γε τῷ τὴν Ἀσπασίαν ἐπαινοῦντι πρὸ τοῦ Ἀντιφῶντος συγχωρητέον ταῦτα. καὶ τί δεῖ Θουκυδίδου λοιπόν; ἥκει γὰρ πρὸς τοὔσχατον τῆς μαρτυρίας ὁ λόγος. αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν ὁ τὴν Ἀσπασίαν ὑμνῶν ὡς διδάσκαλον θαυμαστὴν ῥητορικῆς, καταφεύγων ἐπὶ τὸν Περικλέα καὶ διʼ ἐκείνου πιστούμενος καὶ διαρρήδην γε οὑτωσὶ διαφέροντα τῶν Ἑλλήνων αὐτὸν προσειρηκώς· τοσοῦτον φαίνεται τῷ Περικλεῖ νέμων εἰς λόγους. καίτοι οὐ δή που τοῦ μὲν Ἀσπασίᾳ μετεῖναι λόγων σημεῖον ἦν Περικλῆς οὕτω λέγων, τῆς δʼ αὐτοῦ Περικλέους δυνάμεως ἑτέρωθεν χρὴ τὸ σύμβολον ζητεῖν· οὐδέ γε ὑπὲρ μὲν Ἀσπασίας διαφέροντα τῶν Ἑλλήνων αὐτὸν ἔδει προσειπεῖν, τῷ δὲ καθʼ αὑτὸν πράγματι μηδενὸς βελτίω τῶν πολλῶν. καὶ οὐκ ἐνταῦθα μόνον ταῦτʼ εἴρηκε περὶ τοῦ ἀνδρὸς, ἀλλὰ καὶ ἑτέρωθι εἰκότως φησὶ τέλεον τὸν Περικλέα τὴν ῥητορικὴν γενέσθαι συγγενόμενον Ἀναξαγόρᾳ. ἀλλὰ μή πω πᾶν τοῦτο. ἀλλʼ ὅτι γε ὡμολόγηκε τέλεον γενέσθαι κατὰ τοὺς λόγους δῆλον. πῶς ἂν οὖν ὁ τοσοῦτον ὑπερέχων καὶ μόνος πᾶσι τοῖς κριταῖς νικῶν τὴν τοῦ φλυαρεῖν εἰκῆ καὶ παρὰ καιρὸν Ἀθηναίους ἀνεῖναι φέροιτʼ ἂν δόξαν; ἐγὼ μὲν γὰρ τοὐναντίον ἡγοῦμαι, σιωπῆς αἴτιον αὐτὸν πλείονος ἢ προπετείας καταστῆναι. ἴσμεν γοῦν ὅτι κἀν ταῖς ἄλλαις δή που δυνάμεσιν οὗ μὲν πολλοὶ παραπλήσιοι καὶ ἐφάμιλλοι πρὸς ἀλλήλους, πολλὰ τὰ πράγματα καὶ πλείων ἡ ἔρις, ἐπειδὰν δέ τις εἷς ὑπέρσχῃ λαμπρῶς, ἅπαντες ἤδη συγκεχωρήκασιν. οὕτω δὴ καὶ