Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 133 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
133.p25
133.p25
δʼ οὐκ ἐξ ἴσου τὴν τύχην οὖσαν. ὥστε καὶ οὕτως κἀκείνως ἥκιστα ἔμελλον ἔσεσθαι λάλοι.
133.p26
133.p26
ὁρῶ δέ τοι καὶ περὶ τὴν τραγῳδίαν Αἰσχύλον μὲν αἰτίαν οὐ σχόντα ὡς εἰσαγάγοι λαλιὰν, οὐδὲ τὸν ἥδιστον εἰπεῖν Σοφοκλέα οὐδαμοῦ ταῦτʼ ἀκούσαντα ὡς ἐπῆρεν Ἀθηναίους λαλεῖν, ὅτι, οἶμαι, τῆς σεμνότητος ὡς οἷόν τε μάλιστα ἀντείχοντο καὶ κρείττονα ἢ κατὰ τοὺς πολλοὺς τὰ ἤθη παρείχοντο· Εὐριπίδην δὲ λαλεῖν αὐτοὺς ἐθίσαι καταιτιαθέντα, ἀφελεῖν τι δόξαντα τοῦ βάρους καὶ τῶν καιρῶν, καὶ μετʼ ἐκεῖνον αὖ πλεῖν ἢ σταδίῳ λαλίστερα Ἀριστοφάνης μειράκια γενέσθαι φησὶν, ἅτʼ, οἶμαι, τοσοῦτον Εὐριπίδου λειπόμενα κατὰ τὴν ποίησιν. τοῦ γὰρ κόσμου κατὰ μικρὸν ὑπορρέοντος εἰς τοῦτο ἔδει τὸ ἁμάρτημα κατενεχθῆναι καὶ δοκεῖν λαλεῖν μᾶλλον ἢ ποιεῖν.
133.p26
οὕτω δὴ καὶ περὶ τοὺς λόγους τοὺς πολιτικοὺς οὐχ ὁ σεμνότατος οὐδʼ ᾧ τῶν ῥημάτων ὁ νοῦς ἡγεῖτο, οὐδʼ ὃς ἄνευ μὲν φρονήματος οὐκ ᾤετο δεῖν λέγειν, τὸ φρόνημα δʼ ἐξ ἁπάντων ὧν ἑαυτῷ συνῄδει δικαίως ἐκέκτητο, οὐχ οὗτος ἦν ὁ λάλους ἀντὶ κοσμίων ποιήσας, ἀλλὰ οὗτος ὁ κωλύων εἶναι λάλους τὸ καθʼ αὑτόν. οὔκουν ὅ γε Ὀδυσσεὺς οὐδὲ ὁ Νέστωρ αἰτίαν ἔσχον ὡς διαφθείροντες τῶν Ἀχαιῶν τὸ στρατόπεδον, ἀλλʼ ὁ Θερσίτης μᾶλλον,
133.p26
ὅς ῥʼ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει
133.p26
μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσι.
133.p26
διὸ καὶ κατεῖχεν αὐτὸν ὁ τῷ Περικλεῖ προσόμοιος ῥήτωρ καὶ οὐκ εἴα λαλεῖν. σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀδυσσέα τότε ᾐτιᾶτο θόρυβον ἐν τῷ στρατοπέδῳ ποιεῖν, ὃς τοὺς ἄλλους τοῦ θορυβεῖν ἔπαυεν· ὥσπερ ἂν εἰ καὶ τὸν Ἡρακλέα φαίης τοὺς ἀνθρώπους ἐθίζειν αὐθάδεις εἶναι καὶ θρασεῖς, ὅτι τοῖς τόξοις καὶ τῷ ῥοπάλῳ περιῄει χρώμενος, τοὐναντίον γε πᾶν ἐθίζων, ὦ

Intertext edge

Open linked passage

Note