Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
135.p28
135.p28
ἐκείνοις, οἶμαι, δοκοῖεν ποιεῖν, ἀλλʼ αὐτὰ τὰ ἐναντιώτατα, ὥσπερ οἱ παρὰ τοὺς νόμους γράφοντες, νόμους δὲ ὅμως ὄνομα οἷς γράφουσι τιθέμενοι. Περικλῆς τοίνυν κάλλιστον νόμον περὶ δημηγοριῶν ἔθηκε, μηδαμοῦ τῆς σεμνότητος ὑφίεσθαι. πῶς οὖν τῆς περὶ ταῦτα ὀλιγωρίας αἴτιος; ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν οὐδʼ εἰς ὄνειδος φέρον, οὐδὲ κατηγορίας ἄξιον, οὐδέ γε συγγνώμης, ἀλλά τινος κρείττονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς, εἰ ζητοίην ἀποδεικνύναι, πλήν γε τοσοῦτον ἂν εἴποιμι, — ἐμοὶ γὰρ εἴη εἴ τις ἄλλος δυσχεραίνει καὶ τρέποιτο ἅπαν εἰς ἐμὲ, καὶ οὐ μέμψομαι τῷ δαίμονι—ὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος εἰς ὅσον οἷόν τε κάλλιστα ἀνθρώπων μᾶλλον ἢ μυριάκις Δαρεῖος ὁ Ὑστάσπου γενέσθαι· καὶ μικρά μοι πάνθʼ ὡς ἀληθῶς πρὸς τοῦτʼ ἤδη φαίνεται. οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα ἢ λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ, κἄν με προσπαίζων οὑτωσὶ πείθῃ, μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, ἀλλʼ εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μάλιστα ἡνίκʼ ἂν ὡς παίζων λέγῃ. ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἂν εἰ ταῦτα διασύροιμεν. ἀλλʼ ὑπὲρ μὲν τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσούτῳ ἧττον ὅσῳπερ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν. εἶεν. ἀργοὺς δὲ δὴ πῶς ἡμῖν ἐποίησεν Ἀθηναίους Περικλῆς; ἢ σὺ λίαν ἐνεργοὺς ἡμᾶς ποιήσεις, ἀναγκάζων πρὸς ἕκαστον τῶν εἰρημένων ἀποκρίνεσθαι, οὐχ οὗτός ἐστιν ὁ πανταχοῖ κομίζων ἐκείνους, οὐχ οὗτος ὁ μηδαμοῦ καθεύδειν ἐῶν, ἐπὶ μὲν Σάμῳ δέκατος αὐτὸς στρατηγῶν, ἀποκρύψας τοὺς ἄλλους ἅπαντας στρατηγοὺς καὶ δείξας ὄνομα ἄλλως ὄντας, καὶ τοὺς Σαμίους καταστήσας εἰς