Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 136 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
136.p29
136.p29
πολιορκίαν, οὐχ ἡσυχάζων, ἀλλʼ ἐκπλέων μέρει τινὶ τῶν νεῶν ἐπὶ Καρίας, καὶ μετὰ ταῦτʼ ἀπελθόντος αὐτοῦ θαρρήσαντας ἐπεξελθεῖν καὶ πλέον σχόντας τῶν ἐφορμούντων ἀναστρέψας αὖθις καθείργων ἕως παρεστήσατο, καὶ πάλιν Εὐβοέων ἀποστάντων ἄγων εἰς Εὔβοιαν Ἀθηναίους, καὶ Πελοποννησίων ἀγγελθέντων εἶναι Μεγαροῖ κομίζων αὖθις εἰς Μέγαρα κἀκ τῶν Μεγάρων πάλιν εἰς Εὔβοιαν, ἕως καὶ ταύτην κατεστρέψατο; τί δʼ ἄν τις λέγοι περίπλους Πελοποννήσου καὶ ἀποβάσεις πανταχοῖ τῆς πολεμίας καὶ πραγμάτων συνέχειαν οὐδεμιᾶς ἄλλης πόλεως εἰκάσαι; εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον καὶ ἥδιστʼ ἂν εἶπον ὑπόπτερον τοῦτον ἢ αὐτὸν ἀργεῖν ἢ ἑτέρους ἐθίζειν ἐγὼ πεισθῶ; οὐκ ἄρʼ ἐπίστασθαι δόξω τῶν πραγμάτων οὐδὲν, ὅστις γε μὴ ὅτι Ἀθηναίοις, ἀλλʼ οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν, ἀλλὰ κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους, τοσαύτας ἀνάγκας αὐτοῖς περιίστη τοῦ κινεῖσθαι. καὶ τὸ δικαίως προσῆν, ἔφη Δημοσθένης. ἀλλʼ ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν ἀργοὺς καὶ δειλοὺς πεποιηκέναι. τί λέγεις, δειλοὺς Περικλῆς, ὦ θεοὶ, δειλοὺς, ὃς καὶ δημηγορῶν εὐθὺς ἐνθένδε ἤρξατο, τῆς μὲν γνώμης, ἔφη, τῆς αὐτῆς, ὦ Ἀθηναῖοι, ἀεὶ ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις. ὃ τίς τῶν εἰς ἐκείνην τὴν ἡμέραν εἰσάπαξ εἰπεῖν ἐθάρρησεν; οἵ γε καὶ ἡνίκʼ ἔσωζον τὴν Ἑλλάδα, Λακεδαιμονίοις εἶξαν αὑτῶν. ὁ δʼ οὐδὲν προκαλυψάμενος, οὐδʼ ἀναμείνας, εἰ μή τι ἄλλο, τήν γʼ ἐκ τοῦ προοιμίου παραμυθίαν εὐθὺς ἐν ἀρχῇ τῶν λόγων μάλα ῥᾳδίως ἐξεῖπε τὸ δοκοῦν αὑτῷ, ὡς ἄν τις αὐτός τε κρείττων ἀξιῶν εἶναι τῶν ἀκουόντων κἀκείνους τῶν ἀνταγωνιστῶν. πότερʼ οὖν φοβεῖσθαι τοὺς πολεμίους καὶ ὑποχωρεῖν, ἢ θαρρεῖν καὶ ὑπερφρονεῖν

Intertext edge

Open linked passage

Note