Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 138 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
138.p31
138.p31
ἀλλοῖον εἴπῃ τις, πλήν γε ὅσον οὐκ ὀρθῶς ἐρεῖ. ὥσπερ τοίνυν φῂς ἐκεῖνα ἀκούειν λεγόντων εἰς Περικλέα, οὕτως ἀντάκουε καὶ τῶν τἀληθῆ περὶ ἐκείνου λεγόντων καὶ οἷς οὐδεὶς ἀντεῖπεν εἰς τήνδε τὴν ἡμέραν, ἐπειδή γε καὶ αὐτὸς φῂς οὐκ ἀπὸ τῆς σεαυτοῦ γνώμης κατηγορεῖν, ἀλλʼ ἀκοήν. ταῦτά γε ὁ Κρὴς δὴ τὸν πόντον, φήσει τις. ἐπειδὴ τοίνυν ἐκεῖνα μὲν ἀξιοῖς ἀκούειν, ταῦτα δʼ οὐ βούλει, φέρε ἐγώ σοι καὶ ἕτερα μείζω τούτων ἔτι καὶ τελεώτερα ἐπιδείξω τῆς Περικλέους ἀνδρείας καὶ ῥώμης καὶ φιλοτιμίας σημεῖα, κἂν σὺ δείξῃς ἐνοῦσαν ὑπερβολὴν, ἅπαντʼ ἔστω λῆρος τὰ παρʼ ἡμῶν. νὴ Δίʼ, εἴποι γὰρ ἄν τις ὡς οὐδὲν μέγα οὐδʼ ἱκανὸν τὸ πρὸ τοῦ πολέμου θρασύνεσθαι. ἀλλʼ ἐκεῖνός γε καὶ τὰς πρεσβείας ἠξίου κατὰ χώραν ἱδρυμένων Πελοποννησίων δέχεσθαι τῇ πόλει, ἐξεστρατευμένων δὲ μὴ καὶ τὸν Μελήσιππον προπεμψάντων. οὕτω σφόδρα δειλὸς ἦν, ἐπειδὴ προσάγειν τοὺς πολεμίους ἐπύθετο, ὥστε ἔργῳ τὰς ἀποκρίσεις ἔδωκεν αὐτῷ περὶ ἁπάντων, παραδοὺς τοῖς ἄξουσιν αὑτὸν ἔξω τῆς χώρας. καὶ τὸ δὴ πάντων ἔσχατον καὶ μέγιστον ἀκοῦσαι, μὴ ὅτι μιμήσασθαι· παρόντος μὲν ἤδη τοῦ πολέμου καὶ συνεστηκότος, τῆς νόσου δʼ ἐπικειμένης, καὶ τῆς μὲν γῆς δῃουμένης, τῶν δὲ ἀνθρώπων ὁσημέραι φθειρομένων καὶ τοσούτων ἤδη κειμένων ὅσων καὶ πολλοστὸν μέρος ἐξέπληξεν ἂν τοὺς πολεμίους, εἰ παρʼ ἐκείνοις ἡ συμφορὰ συνέβη, καὶ διὰ ταῦτα δὴ πάντα ἀθύμως καὶ δυσχερῶς ἔχοντας ὁρῶν τοὺς πολλοὺς καὶ περὶ ὧν μὲν ἐψηφίσαντο μετεγνωκότας, ἐπικηρυκεύεσθαι δὲ ἀξιοῦντας Λακεδαιμονίοις καὶ ἑτέρους ὑπὸ τῶν κακῶν γεγενημένους οὐδὲν μᾶλλον ἀνῆκεν, οὐδʼ ἐξέστη τῆς ἀρχαίας γνώμης, οὐδὲ ἐστράφη τὴν ψυχὴν ὑπὸ τῶν

Intertext edge

Open linked passage

Note