Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
139.p32
139.p32
συμφορῶν, ἀλλὰ καίπερ τοσοῦτον τῶν ἄλλων τοῖς δεινοῖς πλεονεκτῶν ὥσθʼ οἱ μὲν ἄλλοι τοῖς παροῦσι τούτοις ἠθύμουν, ὁ δὲ καὶ τοῦτʼ αὐτὸ προσειλήφει μεῖζον τὸ τοὺς πολίτας οὕτως ἔχοντας ὁρᾶν, ὥστʼ ἀπόρους εἶναι χρῆσθαι, καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι, ἀλλὰ κἀκείνῳ δυσμεναίνειν ὡς τῶν παρόντων πραγμάτων αἰτίῳ· πρὸς δυοῖν τοῖν ἀπὸ τῆς τύχης, τῷ πολέμῳ καὶ τῇ νόσῳ, δύο ταῦτα προσειληφότας ὁρῶν αὐτοὺς, λύπην καὶ παροξυσμὸν εἰς αὐτὸν, ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς καὶ πανταχόθεν μεμονωμένος ὡς εἰπεῖν, οὐκ ἔδεισεν οὐδʼ ὑπεχώρησεν, οὐδʼ ὥσπερ χροιὰν τὴν γνώμην μετέβαλε, τοῖς τε πολίταις ὁμοῦ καὶ τοῖς πολεμίοις ἀντιτεταγμένος· ἀλλʼ ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτοὺς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδʼ ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλʼ ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς ταυτὸν ἂν ἀπεκρίνατο καὶ ὕστερον καὶ πρότερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔθʼ αὑτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἑτέρων ἅμα τοῖς καιροῖς γεγονότων. ὥστʼ ἔμοιγε καὶ τὸν Αἴαντα τὸν πρὸ τῶν νεῶν μαχόμενον καὶ βοῶντα ἐν κουφοτέροις καὶ ῥᾴοσιν εἶναι δοκεῖν. τῷ μὲν γὰρ πρὸς τοὺς Τρῶας ἦν μόνον ἡ μάχη, τὰ δὲ τῶν οἰκείων εὐμενῆ δήπουθεν ὑπῆρχε, τῷ δʼ οὐχ ἧττον πονήρως εἶχε τῶν ἔξω τὰ ἔνδον καὶ πλείων ἦν ὁ φόβος τῶν πολιτῶν ἢ τῶν πολεμίων. ἐν οἷς ἔδειξεν οὐ τοῖς ὀψοποιοῖς ἐοικὼς οὐδὲν Περικλῆς, ἀλλὰ τοῖς ἄκροις τῶν Ἑλλήνων. ὥστʼ ἐμοὶ μὲν, ὅταν βλέψω πρὸς ταύτας τὰς ἀπορίας καὶ τὸν ὄχλον τῶν πραγμάτων αὐτοῦ, κυβερνήτου τινὸς ἔννοιαν παρίστασθαι περικλυζομένης αὐτῷ τῆς νεὼς καὶ τῶν νεφῶν καταρρηγνυμένων ἐπὶ τῶν οἰάκων μένοντος καὶ οὐ μεθιέντος, καὶ πρός γʼ ἔτι τῶν ἐμπλεόντων ἀπειλούντων καὶ ἑτοίμων ὄντων διασπάσασθαι, κατέχοντος καὶ νουθετοῦντος καὶ ἅμα ὑπέρ τε τοῦ σκάφους ἀγωνιζομένου καὶ πρὸς τοὺς ἐν τῷ σκάφει.