Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
140.p33
140.p33
πόθεν οὖν ἔτι χρὴ τὴν ἀνδρείαν θεωρῆσαι; εἴτε γὰρ ἐκ τῶν ἔργων εἴτʼ ἀπὸ τῶν λόγων ὁρῶμεν τὸν ἄνδρα, πῶς ἄν τις μᾶλλον ἔδειξε παντὸς ἀφεστὼς δέους, ἢ πῶς ἄμεινον πρὸς εὐψυχίαν αὐτός τε πεφυκὼς καὶ τοὺς ἄλλους ἄγων, ὅστις οὔτʼ ἐκείνους ἠξίου φόβῳ τῶν πολεμίων προέσθαι τὰ γνωσθέντα ἐξ ἀρχῆς οὔτʼ αὐτὸς ἐκείνων φόβῳ τοὺς ὑπὲρ τῶν δικαίων λόγους ἐγκαταλιπεῖν; εἰ δὲ λέγεις ὅτι οὐκ ἐπεξῆγε, σκόπει μὴ οὐδεὶς τῶν στρατηγικῶν ταῦτʼ ἀποδέξηται τὰ ἐγκλήματα. οὔτε γὰρ ἐν παντὶ καιρῷ οὔτʼ ἐν ἅπαντι δή που χωρίῳ συμφαῖεν ἂν, ἀρχὴν δʼ οὐ μάχεσθαι χρῆναι πάντως τόν γε δὴ χρηστὸν στρατηγὸν, ἀλλὰ μάλιστα μὲν ἥκιστα κινδυνεύειν καὶ τοῖς βουλεύμασι μᾶλλον ἢ ταῖς χερσὶ πολεμεῖν, ὥσπερ καὶ Λακεδαιμονίοις ἐπιχώριον εἶναι δοκεῖ· εἰ δʼ αὖ καὶ μάχης δεήσειεν, ἄμεινον μετὰ συμμάχων ἐθέλειν ἢ μόνους καὶ μετὰ πλειόνων ἢ μετʼ ἐλαττόνων καὶ μετὰ κρειττόνων ἢ μετὰ χειρόνων, εἰς ὅσον ἂν περιῇ τινί. εἰς ἀνάγκην μὲν γὰρ καταστάντας οὐκ εἰκὸς ἀκριβῶς λογίζεσθαι, ἕως δέ τίς ἐστι κύριος γνώμης, ἄνοια πολλὴ καὶ δυστυχία τῆς ἀσφαλείας ἀφέμενον ὃ τοῖς πολεμίοις συνοίσει, τοῦτʼ ἐξεπίτηδες αἱρεῖσθαι. ἐκείνοις γὰρ ἂν ἤδη στρατηγοίη καὶ γίγνοιτʼ ἂν αὐτοῖς ἀντὶ τοῦ παρʼ αὐτοῖς ἡγουμένου. μὴ δὴ τοῦτο λέγωμεν ὡς οὐκ ἐξῆγεν, ἀλλʼ εἰ προσῆκον ἐξάγειν καὶ μάχεσθαι παρεώρα, τοῦτο σκοπῶμεν, ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δή που προσκειμένων αὐτοῖς ποτὲ Θηβαίων καὶ κελευόντων ἐξιέναι καὶ μάχεσθαι ἢ χείρους ὁμολογεῖν εἶναι σφῶν, ἀποκρίνασθαι περὶ μὲν τοῦ πότεροι βελτίους τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων ἑκατέροις πεπραγμένας, μαχεῖσθαι δὲ οὐκ ἐν τῷ τῶν πολεμίων καιρῷ οὐδʼ ὅτʼ ἐκεῖνοι κελεύουσιν, ἀλλʼ ἡνίκʼ ἂν αὐτοῖς δοκῇ,