Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 141 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
141.p34
141.p34
καὶ οὐ χρήσεσθαι περὶ τούτου συμβούλοις Θηβαίοις. καὶ ταῦτʼ ἀπεκρίναντο καὶ ταῦτα ἐποίουν Ἀγησιλάου προεστηκότος αὐτῶν, ὃς εἴπερ τις ἄλλος τῶν Ἑλλήνων γενέσθαι ἐδόκει φιλοπόλεμος. ἀλλὰ τί χρῆν ποιεῖν τὸν Περικλέα; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, μᾶλλον δὲ εἰ στρατηγῶν αὐτὸς ἐτύγχανες ἡμῖν κατʼ ἐκείνους τοὺς χρόνους, τί ποιεῖν ἂν ἢ τί λέγειν ᾤου δεῖν, ὄντων μὲν συμπάντων Ἀθηναίων τόσων καὶ τόσων, τῶν δὲ συμμάχων τῶν μὲν ἐν ταῖς νήσοις, τῶν δὲ κατʼ ἤπειρον μεμερισμένων, μυριάσι δὲ ἓξ στρατιᾶς τῶν πολεμίων εἰσβεβληκότων, καὶ τούτων Πελοποννησίων, οὐδὲ γὰρ τοῦτο φαῦλον εἰς προσθήκην, ἀνθρώπων ἱκανῶν καὶ πρὸς ἅπαντας τοὺς Ἕλληνας μάχεσθαι, καὶ οὓς ἐγὼ φαίην ἂν ἡγουμένων γε Ἀθηναίων καὶ Περικλέους οὐ χαλεπῶς ἂν καὶ πᾶσαν γῆν ὑφʼ αὑτοῖς ποιήσασθαι. καὶ οὔπω λέγω τὴν νόσον τοσοῦτον πρᾶγμα, ἣ προσέκειτο ἐλαύνουσα καὶ τοὺς μὲν ὅλως ἀπανηλώκει τῶν ἀνθρώπων, τοὺς δʼ ἀχρήστους εἰς τὰ παρόντα ἐπεποιήκει, ἣν καὶ χωρὶς μάχης καὶ πολέμου προσβολῆς οὐχ ἕν τι τῶν ῥᾴστων ἦν ὑπενεγκεῖν. καὶ μὴν οὐδʼ ἐκεῖνο ἠγνόει Περικλῆς ὅτι νικήσας μὲν πολλῷ πλείοσιν αὖθις μαχεῖται καὶ πολλοὺς ἄλλους εὑρήσει τοὺς ἀμφισβητοῦντας τοῦ τροπαίου, καθάπερ Κορίνθιοι πρότερον, καὶ κληρονομοῦντας τῶν αὐτῶν τούτων πραγμάτων· ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν, ὡς ἑτέρως δὲ πράξας

Intertext edge

Open linked passage

Note