Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
143.p36
143.p36
θαυμασόμεθα; ὅστις οὕτω καμνόντων ἡγεῖτο, ὡς οὐδʼ ἂν εἷς τῶν ἐρρωμένων καθαρῶς. οὕτω καὶ τῶν πολεμίων καὶ τῶν πολιτῶν καὶ τοῦ λοιμοῦ καὶ παντὸς ἦν κρείττων πράγματος. καίτοι σχολῇ γʼ ἂν Ἀθηναίους ἑαυτῶν ὄντας εἴασεν ἀργεῖν, ἢ ὑποκατακλίνεσθαί τισιν ἀνθρώπων, ὅστις οὐδὲ κάμνειν αὐτοῖς ἐπέτρεπεν, ἀλλʼ εἴς γε τὸν περὶ τῆς ἐλευθερίας ἀγῶνα καὶ τὸ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν ἠξίου καὶ παρὰ τὴν ὑπάρχουσαν τύχην ἐρρῶσθαι. πρότερον δʼ ἔγωγʼ ἂν ᾤμην τὸν Μελέαγρον ὀφλῆσαι δειλίας ἢ Περικλέα, ὅν γε καὶ πρὶν γενέσθαι προσεῖπεν ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων ὁ θεὸς, προειπὼν αὐτοῦ τῇ μητρὶ λέοντα τέξεσθαι· ἡ δʼ ἐπὶ ταύτῃ τῇ ὄψει τίκτει Περικλέα. ὥσθʼ ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν, οὐ Θρασύμαχον συκοφαντεῖν ἐπιχειροῦντες, ἀλλὰ κωμῳδεῖν Περικλέα, καὶ ταῦτα εἰς δειλίαν, ἔπειτʼ αὐτοὶ δόξωμεν ἀνδρειότεροι τοῦ δέοντος εἶναι τοῖς βουλομένοις ἀντικατηγορεῖν, καὶ φανῇ τι καὶ δειλίας, εἰ δὲ βούλει, σιωπῆς ἀκίνδυνον γέρας, ὥς τις τῶν Κείων ἔφη ποιητής.
143.p37
143.p37
ἀλλὰ γὰρ λίνον λίνῳ συνάπτει, φασίν. ὃς γὰρ ἐτόλμησεν εἰπεῖν ὅτι καὶ φιλαργύρους ἀπέφηνε Περικλῆς ἀνθρώπων καὶ οὑστινασοῦν τί τις ἂν λέγοι; νὴ Δία, πρῶτος γὰρ εἰς μισθοφορὰν κατέστησε τὰ πράγματα. ἐγὼ δὲ εἰμὶ μὲν οὐδʼ αὐτὸς τῶν ἐπαινούντων τὸ μισθοφορεῖν, καὶ τούτου σχεδὸν ἔργῳ πεῖραν ἐγὼ δεδωκέναι νομίζω. οὔκουν μέτεστί μοι τοῦ πράγματος οὐδὲν, ἀλλὰ καὶ τῶν λόγων προὔστην καθαρώτερον ἢ τῶν φόρων οἶμαι τὸν ὁμώνυμον,