Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
145.p39
145.p39
ἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ καθείργειν παντελῶς αὐτούς. τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσούτους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; ἆρʼ οὐ πάντʼ ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; ἔτι δὲ ὥσπερ ἐν τοῖς ἰδίοις οἴκοις πᾶς τις οἶμαι βούλεται τῶν προσόντων ἀπολαύειν, οὕτως οὐδὲν ἀπεικὸς καὶ πόλιν ἄλλως τε καὶ ἀρχὴν ἔχουσαν, ἐν οἷς οὐχ ὁ τὸ πᾶν κωλύων ἴσως βέλτιστος, ἀλλʼ ὅστις τοῦ μετρίου ποιεῖται λόγον. ἢ τί χρῆν ἢ φόρους ἔτι λαμβάνειν ἢ πράγματʼ ἔχειν, εἰ μηδὲν ἔμελλον ἀπʼ αὐτῶν κουφιεῖσθαι; ὥσθʼ ὅταν ταῦτα λέγῃς, οὐ τὸν μισθὸν ἐγκαλεῖς, ἀλλὰ τὴν ἀρχήν. ἐπεὶ ὅτι γε ἀναγκαῖον ἐν πόλει μισθὸς καὶ οὐκ ἔνεστι παρελθεῖν οὐδὲ τῷ σεμνοτάτῳ τὸ μὴ οὐκ ἐπιχορηγῆσαι καὶ φιλανθρωπεύσασθαι οὐδὲν δέομαι μαρτύρων πολλῶν, ἀλλʼ εἷς ὁ τῶν Ἑλλήνων ἄριστος ἐξαρκεῖ μοι. τίς οὗτος; αὐτὸς σύ. τῇ γὰρ εὐδαίμονί τε καὶ ἀγαθῇ πόλει—πῶς γὰρ οὐκ εὐδαίμων ἧς γε οἰκιστής ἐστι Πλάτων; —τοὺς φύλακας διδοὺς τάττεις μισθὸν αὐτοῖς δημοσίᾳ, ὡς οὔτʼ αὐτὸς αἰσχρὸν οὐδὲν συμβουλεύων οὔτʼ ἐκείνους ποιήσοντας οὐδετέρους, οὔτε τοὺς δώσειν οὔτε τοὺς λήψεσθαι μέλλοντας. εἰ δὲ μὴ ἀργύριον μηδὲ χρυσίον ὁ μισθός ἐστιν, ἀλλʼ ἕτερόν τι, ἕτερος λόγος οὗτος. πρὸς γὰρ τὰ σχήματα τῶν πολιτειῶν οἶμαι καὶ τοὺς μισθοὺς εἰκὸς εἶναι. οὐδὲ γὰρ εἰ Βυζάντιοι σιδήρῳ νομίζουσι, τούτου χάριν εἰσὶ δίκαιοι τῶν Ἑλλήνων καταγελᾶν, οὐδʼ ἧττόν τι δοκεῖν ἂν φέρειν μισθὸν, ὅτι οὐ χρυσίον οὐδὲ ἀργύριον φέρουσιν· οὐδέ γε εἰ Καρχηδόνιοι σκύτεσιν· εἰ μὴ κἄν τινες ἀργύριον φέρωσιν, ὅτι οὐ τὸ τιμιώτερον αὖ