Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 146 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
146.p40
146.p40
φέρουσι χρυσίον, ἄλλο τι τοῦτʼ ἢ μισθὸν εἶναι φήσουσιν. ἀλλʼ οὐδʼ ἂν εἷς οἶμαι ταῦτα συγχωρήσειεν. οὐδὲ γὰρ τὰς τροφὰς ἅπασι τὰς αὐτὰς αἱρεῖσθαι νόμος, δεῖ δὲ ὅμως ἅπασι τροφῶν. οὕτω δὴ κἀνταῦθα μὴ τίς ὁ μισθὸς, ἀλλʼ ὅλως εἰ μισθὸν εἴρηκας· εἰ μὴ καὶ ὁ Εὔνεως προῖκα τὸν οἶνον ἔπεμπε τοῖς Ἀχαιοῖς, ὅτι οὐκ ἀργύριον αὐτῷ διέλυον, ἀλλʼ οἱ μὲν χαλκὸν, ἄλλοι δʼ αἴθωνα σίδηρον. ἀλλʼ οὐδʼ αὐτὸς ταῦτά γε ἠλαζονεύετο. Περικλῆς τοίνυν οὐκ αὐτὸς κοψάμενος νόμισμα, ἀλλʼ ὄντων ἐν ἀκροπόλει χρημάτων ἐκεῖθεν ἔσωζε τὸν μισθόν. ὥστʼ οὐδετέρου δίκαιος ἔχειν αἰτίαν, οὔτε τοῦ νομίσματος οὔτε τοῦ μισθοῦ. καὶ τί ταῦτα ἀγωνίζομαι σφόδρα; εἰ γὰρ ὡς οἷόν τε μάλιστα αἰσχρὸν ἡ μισθοφορὰ καὶ τὸ νέμειν, οὐ τῆς Περικλέους ἐστὶ πολιτείας, οὐδʼ ἀπὸ τῶν ἐκείνου χρόνων ἤρξατο, ἀλλὰ καὶ τῶν νομοθετῶν τις ᾔδει ταῦτα· τοὺς γὰρ ἄλλους σιωπῶ. οὕτω τὰ μὲν ὕστερα τῆς ἐκείνου πολιτείας ἐγκέκληκεν, ἃ μικρῷ πρόσθεν ἠλέγχομεν, τὰ δὲ πρεσβύτερα, τὰ περὶ τοῦ νομίσματος, ὥσπερ ἃ νῦν αὖ δείκνυται. πῶς ἄν τις χρήσαιτο ῥᾷον ἄνθρωπος λόγοις, ἢ πῶς μετὰ πλείονος ἐξουσίας; ὅλως δʼ ἔγωγε θαυμάζω, εἴ τίς ἐστιν ἁπλούστερος ἢ δικαιότερος τρόπος ἐξετάσεως εἰ φιλαργύρους ἐποίησε Περικλῆς Ἀθηναίους ἢ καὶ ἄλλους τινὰς ἀνθρώπους Ἑλλήνων ἢ καὶ βαρβάρων, ἢ αὐτὸν ἰδεῖν καὶ σκέψασθαι τὸν Περικλέα ποῖός τις ἦν. ὁ γὰρ τοῦ Ξενοφῶντος λόγος ἐρρῶσθαί μοι δοκεῖ. ὥσπερ γὰρ, ἔφη, τοὺς παιδοτρίβας ὁρῶμεν τὰ μὲν τῇ φωνῇ τοῖς παισὶν εἰσηγουμένους, τὸ δὲ πλεῖστον τῷ παραδεῖξαι προσβιβάζοντας, οὕτω καὶ Σωκράτη φησὶ κρίνειν δίκαιον. οὕτω τοίνυν καὶ Περικλέα δὴ θεασώμεθα, πῶς αὐτὸς εἶχε πρὸς χρήματα καὶ ποῖόν τινα παρεῖχεν ἑαυτὸν παράδειγμα τοῖς τε Ἀθηναίοις καὶ τοῖς ἄλλοις Ἕλλησι κατὰ τοῦτο τὸ μέρος· κἂν μὲν

Intertext edge

Open linked passage

Note