Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
147.p41
147.p41
εὑρίσκωμεν αὐτὸν ἀγεννῆ καὶ ἀνελεύθερον καὶ τοῦ κέρδους ἥττω, φῶμεν καὶ τοὺς ἄλλους ταὐτὰ διδάσκειν καὶ διαφθείρειν καὶ παραπλησίους αὑτῷ ποιεῖν· εἰ δὲ τοσοῦτον ὑπερεῖδε χρημάτων, ὅσον οὐκ οἶδʼ εἴ τις τῶν πώποτε, πῶς ἐποίει φιλοχρημάτους, ἢ πῶς ἑτέρους διέφθειρεν, ἐν οἷς αὐτὸς χρηστὸς ἦν; ὥσπερ ἂν εἰ λέγοις τὸν Ῥαδάμανθυν ἐθίζειν τοὺς ἀνθρώπους ἐπιορκεῖν, ᾧ τοσοῦτον περιῆν εὐσεβείας καὶ δικαιοσύνης ὥστε καὶ τελευτήσας τοῖς ἐκεῖσε ἀφικνουμένοις δικάζειν δοκεῖ περὶ τῶν ἐν τῷ βίῳ πραχθέντων. καὶ σὺ δείξας οὖν πρότερον τὸν Περικλέα μικρὸν καὶ ἀγεννῆ καὶ ταπεινὸν καὶ πρὸς ἀργύριον βλέποντα, τότε δὴ φάθι καὶ τοὺς ἄλλους πεποιηκέναι τοιούτους· ὥσπερ καὶ τοὺς περὶ τῶν γραμμάτων διδασκάλους ἔστιν εἰπεῖν· οὐκέθʼ αὕτη Ξενοφῶντος ἡ εἰκὼν, ἀλλʼ αὐτοῦ Πλάτωνος. ὥσπερ γὰρ, φησὶν, οἱ γραμματισταὶ τοῖς μήπω δεινοῖς γράφειν τῶν παίδων ὑπογράψαντες γραμμὰς τῇ γραφῖδι οὕτω τὸ γραμματεῖον διδόασι καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφήγησιν τῶν γραμμάτων, οὕτω δὴ καὶ ἡ πόλις. ἀλλʼ ἡμεῖς ἀντὶ τῆς πόλεως λάβωμεν τὸν Περικλέα. Περικλῆς τοίνυν τὰ μὲν λέγων, ὡς ἔοικεν, ὑφηγεῖτο τοῖς Ἀθηναίοις, ἐν οἷς οὐδὲν ἦν ἀνελεύθερον οὐδʼ ἀγεννές· τὰ δὲ ἐπʼ αὐτοῦ τοῦ βίου δεικνὺς ἑαυτὸν καὶ παρέχων σκοπεῖν ὁποῖός τις ἦν. πότερʼ οὖν εἰς κάλλος αὐτοῖς ζῆν ὑπέγραφε τοιοῦτος ὢν οἷον ἀκούομεν, ἢ πρὸς κέρδος καὶ τὴν χεῖρα ὑφεικότας καὶ ὡς ἥκιστα ἔμελλον ὀρθῶς πράξειν; καὶ μὴν λέγοντος μὲν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἤκουον κἀν τῷ βουλευτηρίῳ, τὸν δὲ βίον καθʼ ἑκάστην ἑώρων δή που τὴν ἡμέραν. ὥστε εἴπερ ἑώρων πρὸς ἐκεῖνον, ἔμελλον κρείττους εἶναι χρημάτων.
147.p42
147.p42
φέρε δὴ καὶ περὶ τῶν ἄλλων ἁπασῶν αἰτιῶν αὖ τούτου σκεψώμεθα καὶ διέλθωμεν τὸν αὐτὸν τρόπον ὅνπερ περὶ τῆς φιλαργυρίας, κατʼ ἀμφοτέρας ταύτας τὰς εἰκόνας, τήν τε τοῦ παιδοτρίβου καὶ τοῦ γραμματιστοῦ, καὶ συγκεφαλαιωσώμεθα πάντα ἐν βραχεῖ. λάλους, φησὶν,