Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 148 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
148.p43
148.p43
ἐποίησε· καὶ μὴν οὐκ ἦν αὐτὸς λάλος. ἀργούς· ὁ δʼ ἐνεργὸς ἦν. δειλούς· ὁ δὲ νικῶν ἀνδρείᾳ φαίνεται. φιλοχρημάτους· ὁ δʼ ἥκιστα ἐτίμα χρήματα. πῶς οὖν αὐτὸς ὢν ἀγαθὸς λέγειν, ἱκανὸς πράττειν, ἀνδρεῖος, κρείττων χρημάτων, ἐποίει λάλους, ἀργοὺς, δειλοὺς, ἀνελευθέρους; ἢ γὰρ ὄναρ λέγεις, ἢ γρῖφον, ἢ οὐκ ἔχω τί φῶ. πῶς γὰρ οὐκ ἄτοπον, εἰ οἷος μὲν αὐτὸς ἦν οὐκ ἐποίει τοιούτους, οἷος δʼ ἥκιστα αὐτὸς ἦν, τοιούτους ἀπειργάζετο; ἐμοὶ μὲν γὰρ τοὐναντίον ἐκ τούτων φαίνεται, τὸ γοῦν καθʼ αὑτὸν, πεποιηκὼς δεξιοὺς, ἐνεργοὺς, ἀνδρείους, μεγαλοπρεπεῖς· εἰ μή τι καὶ κατὰ Σωκράτους χρὴ πιστεύειν, ὅτι τοὺς νέους διέφθειρεν, ὃς αὐτοῖς παράδειγμα παντὸς ἦν χρηστοῦ. οὐκ ἔστι ταῦτα, ὦ Πλάτων, ἀλλὰ δυοῖν θάτερον· ἢ οὐκ ἦσαν Ἀθηναῖοι τοιοῦτοι οἵους σὺ κατῃτιάσω, ἢ πάντες μᾶλλον ἢ Περικλῆς αἴτιος, εἴπερ γε μήτε φαύλως ἐδείκνυ τὰ παλαίσματα μήτε ἀσαφεῖς τινὰς ἢ κιβδήλους ἢ σκολιὰς παρεῖχε τὰς γραμμάς. ἔτι τοίνυν τῶν ἀνωτέρω μνημονεύσωμεν καὶ συλλογισώμεθα, καὶ ταῦτα ἐκ τῶν πεφηνότων. Πλάτων εἶπε μὴ δεῖν κολακεύειν τὰ πλήθη· Περικλῆς δέ γε πλείστῃ παρρησίᾳ χρησάμενος φαίνεται. διαμάχεσθαι δεῖν ὑπὲρ τοῦ βελτίονος· ὁ δʼ ἐν καιροῖς τοιούτοις ἐμάχετο οἷς ἀρτίως ἡμεῖς ἐπεδείκνυμεν. μὴ ζητεῖν ἀποπιμπλάναι τὰς ἐπιθυμίας· ἐκεῖνος τοίνυν κατεῖχε καὶ οὐκ ἤγετο μᾶλλον ἢ αὐτὸς ἦγε. μηδʼ ἐκ παντὸς τρόπου συνεθίζειν πλέον ἔχειν, φησὶν ὁ τὸν νόμον τιθείς· ὁ δʼ ἀφʼ ἑστίας ἀρξάμενος τῆς αὐτὸς αὑτοῦ τὸ σύμμετρον ᾑρεῖτο πρὸ τοῦ πλέονος. οὐκοῦν ταῦτʼ ἐδόκει Πλάτωνι, ταῦτα ποιῶν Περικλῆς φαίνεται. πῶς ἄν τις μᾶλλον κατὰ τοὺς Πλάτωνος λόγους φανείη βεβιωκὼς ἢ πεπολιτευμένος; ἢ τίνα χρῆν ὑπὲρ ἐκείνου πρῶτον εἰπεῖν, εἴ τις ἐπῃτιάσατο;

Intertext edge

Open linked passage

Note