Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
151.p46
151.p46
τοσοῦτον ἦν τὸ συγκεχωρηκός. καίτοι τί λέγω; εἰ γὰρ τὰ μάλισθʼ ὑποπεπτώκεσαν, περιετρέπετο καὶ οὕτως ὁ λόγος Πλάτωνι. ἐκεῖνοι γὰρ ἐκεῖνον ἤδη κολακεύοντες φαίνοιντʼ ἂν, οὐ Περικλῆς Ἀθηναίους. ἀλλὰ οὔτʼ Ἀθηναίους Περικλῆς οὔτʼ Ἀθηναῖοι Περικλέα. πόθεν; ἀλλʼ ὁρῶντες ἄνδρα καὶ λέγειν καὶ πράττειν ἄκρον καὶ δουλείας μὲν οὐδαμῶς ἐγγὺς, ἄρχειν δʼ ἐπιτηδειότατον καὶ ἱκανώτατον καὶ πάντων ὑπερπεφυκότα τῶν ἄλλων, ἔπαθόν τι Ὁμηρικὸν καὶ παραπλήσιον αὐτὸν τοῖς θεοῖς ἐνόμισαν. εἶθʼ ὃν οἱ χρώμενοι καὶ συνόντες καὶ μετὰ τῆς πείρας εἰδότες τῆς αὐτῆς θεοῖς προσηγορίας ἠξίωσαν, τοῦτον ἡμεῖς Θεαρίωνι καὶ Μιθαίκῳ τοῖς καὶ οὐκ οἶδʼ ὅτῳ τῷ τρίτῳ γραφώμεθα τῆς αὐτῆς; οὐκ ἄρʼ εὖ φρονεῖν δόξομεν.
151.p47
151.p47
ἀλλὰ νὴ Δία ὁ Κίμων φαῦλός τις ἄνθρωπος, ἢ τοιοῦτος οἷον ἀπεύξαιτʼ ἄν τις μὴ γενέσθαι παιδίον αὑτῷ, ἀλλὰ τούτου γε καὶ χάριν ἄν τις Πλάτωνι δικαίως ἔχοι, ὅτι καὶ τοῦτον ἡμῖν εἰς τοὺς ῥήτορας ἐγγράφει. ὡς ἐγὼ μᾶλλον ἂν τοῦτʼ ἔδεισα, μή τις αὐτὸν τῶν ῥητόρων μὲν ἀποστεροίη, τιθείη δὲ τῶν στρατηγῶν. νῦν δὲ ἀκριβῶς τὸ τοῦ Ὁμήρου συμβαίνει, τὸν αὐτὸν ἂν ἀρκεῖν μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων, εἰ δὴ καὶ Κίμων ἔσται μεθʼ ἡμῶν. οὕτως οὐδὲν ὄνειδος τῇ ῥητορικῇ Κίμων ἐγγραφόμενος. ἐβουλόμην δʼ ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως καὶ μὴ συνέβαινέ μοι παραπλήσιον ὥσπερ ἂν εἰ πλέων καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας, ἢ καὶ