Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
153.p49
153.p49
καὶ ἀρχὴν ἐπέτειον ἐν πόλει, καὶ προσέτι προβουλεῦσαι, προεδρεῦσαι, πρεσβείαν τελέσασθαι, δικάσαι δίκας, πανηγύρεις, ἂν οὕτω τύχῃ, κοσμῆσαι, λέγω συνελὼν ἅπασαν πρᾶξιν καὶ προστασίαν, εἰ διακονίαν καὶ ὑπηρεσίαν χρὴ καλεῖν, οἷον δὴ καὶ βασιλείαν αὐτὴν καὶ δυναστείαν ἅπασαν, καὶ ἔτι γʼ, εἰ βούλει, πρότερον οἰκίας ἄρχοντα μὴ ἄρχειν μᾶλλον ἢ δουλεύειν, καὶ τὸ τοῦ κωμῳδιοποιοῦ βεβαίως καὶ παγίως ἔχει ὡς ἄρʼ εἷς εἴη τῆς οἰκίας δοῦλος ὁ δεσπότης· εἰ ταῦθʼ οὕτως ὥσπερ ἔφην ἔχει, πρῶτον μὲν ἔγωγε οὐχ ὁρῶ πῶς ἂν μᾶλλον πάντʼ ἄνω καὶ κάτω γένοιτο. εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα, πῶς ἕκαστον ἔθʼ ἡμῖν σώσει τὴν αὑτοῦ φύσιν; εἰ γὰρ ἡ ἀρχὴ δουλεία, σχολῇ γʼ ἂν ἄλλο τι δουλείαν ἐκφύγοι· κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι τιθείημεν, τί κωλύει καὶ τὴν δουλείαν ἀρχὴν τοῖς αὐτοῖς τούτοις τιθέναι λόγοις; κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις, καὶ οὐδέποτʼ ἐν ταὐτῷ μένει, ἀλλʼ ἡ μὲν ἀρχὴ δουλεία πρότερον γενομένη διʼ ἐκείνης πάλιν ἀρχὴ γίγνεται, ἡ δʼ αὖ δουλεία πρότερον ἀρχὴ νομισθεῖσα ὑπʼ αὐτῆς τῆς ἀρχῆς ἐπάνεισι δουλεία πάλιν εἶναι. καὶ οὕτω πλανήσεται καὶ μεταχωρήσει τὰ ὀνόματα ταῦτα τῶν ἐναντίων πραγμάτων ὄντα, εἰ δὲ βούλει, τἀναντία τοῦ πράγματος. καὶ μὴν οὐδὲ ὅ τι λοιπὸν ἔσθʼ ἡμῖν τούτων περιῃρημένων ῥᾴδιον εὑρεῖν. εἰ γὰρ μὴ προστησόμεθα μήτε πολλῶν μήτε ὀλίγων, μήτε οἰκίας μήτε ἡμῶν αὐτῶν, ὡς ἔπος εἰπεῖν, μηδὲ κινήσει μηδένα ἡμῶν μήτε χρεία πατρίδος μήτε ἑστία πατρῴα μήτʼ οἰκέται ὁρῶντες εἰς ἡμᾶς μήτʼ ἄλλο τῶν ἀνθρωπίνων μηδὲν, ἀλλʼ οὕτως φυγῇ φευξούμεθα τὰ πράγματα καὶ καθεδούμεθα ὥσπερ ἐν μέσῳ τῷ ἀέρι, τῆς γῆς οὐδὲν προσαπτόμενοι, οὐδὲ φροντίζοντες οὐδενὸς πράγματος, οὐδʼ ἂν προσαγγέλλῃ τις ἡμῖν ἅπερ τῷ Μελεάγρῳ,