Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 154 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
154.p50
154.p50
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
154.p50
τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας,
154.p50
ἀλλὰ πάντα ταῦτα ἀνελευθερίαν καὶ ταπεινότητα εἶναι καταγνωσόμεθα, καὶ πρὸς ἅπανθʼ ἡμῖν οὗτος ὁ λόγος ἀρκέσει, τὸ διακονεῖν ταῦτʼ εἶναι καὶ ὑπηρετεῖν καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν, ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται, καὶ τοῖς κάμνουσι παραπλησίως, ὅταν αὐτοῖς ὑπὸ τῶν ἰατρῶν ἡσυχάζειν ἐπιταχθῇ; εἰ δʼ οὖν καὶ διακονία πάντα ταῦτʼ ἐστὶ καὶ οὐδὲν σεμνὸν, τί μαθὼν, ὦ φίλη κεφαλὴ, αὐτὸς ἡμῖν τοὺς διακόνους μιμεῖ, πολιτείαν κατασκευαζόμενος καὶ νόμους συγγράφων, καὶ λέγεις μὲν καὶ τυραννίδα συντελεῖν εἰς νόμων θέσιν, λέγεις
154.p50
δὲ τῇ φιλοσοφίᾳ δυναστείας προσδεῖν καὶ μὴ πρότερον παύσεσθαι κακῶν τὰς πόλεις, πρὶν ἄν σοι τὸ πολυύμνητον δὴ τοῦτο ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν, ἢ βασιλεύσωσιν οἱ φιλόσοφοι; ὡς εἰ μὴ ταῦτα συνέλθοι, φιλοσοφία καὶ δύναμις πολιτικὴ, οὐδὲν πλέον εἰς τὸ κοινὸν τοῖς ἀνθρώποις ἐσόμενον. καὶ τὸ δὴ μέγιστον ἁπάντων, ἐν γὰρ αὐτοῖς οἷς πολιτεύει καὶ νομοθετεῖς, ἀφορίζεις μὲν φύλακας τῇ πόλει, οἵτινες τὴν αὐτὴν ἕξουσι τέχνην Κίμωνι, δίδως δὲ αὐτοῖς τὰ πρεσβεῖα τῶν ἄλλων πολιτῶν, οὐκ ὀλίγον τι προκρίνας, καὶ τιμὰς καὶ προεδρίας καὶ ζῶσι καὶ τελευτήσασιν ὃς ἂν αὖ τούτων ἄριστος φανῇ, καὶ ὅλως περὶ τούτους διατρίβεις τὰ πλεῖστα, ὡς μίαν οὖσαν ταύτην τῇ πόλει σωτηρίαν, εἰ τὰ τῶν φυλάκων εὐθενοῖ. καὶ οὔτε μισθωτοὺς αὐτοὺς καλεῖς, καίτοι μισθὸν τάξας αὐτοῖς παρὰ τῶν ἄλλων ἐν τῇ πόλει, οὔτε τῶν κοινῶν διακόνους, καὶ ταῦτα ὑπὲρ πάντων ἀγρύπνους μέλλοντας διάξειν καὶ κινδυνεύσειν ἅπαντα κίνδυνον ὑπὲρ τῆς πόλεως ἁπάσης· οὐδʼ ἡγήσω μισθοφόροις τισὶ καὶ ξένοις ὡς ἀληθῶς αὐτοὺς προσεοικέναι δόξειν, οὐδʼ ἐν Καρῶν σχήματι καὶ μοίρᾳ θρέψεσθαι, πολλὰ πράγματʼ ἔχοντας, ὀλίγου καὶ

Intertext edge

Open linked passage

Note