Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 157 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
157.p54
157.p54
καὶ ταῦτα οὐκ ἀπεικότως παρύμνησεν οὐδʼ ἐξῆρεν οὕτως ὡς ποιητής. ἐκεῖνα μὲν γὰρ ἐν πύλαις τῆς Ἑλλάδος
157.p54
ἐκινδυνεύετο, τὰ μέν γε ἐν αὐταῖς Πύλαις, τὰ δʼ ἐπʼ Ἀρτεμισίῳ τῆς Εὐβοίας, ταῦτα δʼ ἐν μέσῃ τῇ πολεμίᾳ. καὶ τότε μὲν διείλοντο τὸν κίνδυνον αἱ πόλεις, ταῦτα δʼ ἀμφότερα ἑνὸς ἀνδρὸς καὶ ἑνὸς ἦν στόλου. κἀκεῖνοι μὲν ὥσπερ τὸν κίνδυνον, οὕτω καὶ τὴν τύχην ὡς εἰπεῖν διείλοντο· Ἀθηναῖοι μὲν γὰρ καὶ Θεμιστοκλῆς ἐνίκων ἐπʼ Ἀρτεμισίῳ λαμπρῶς, οἱ δʼ εἰς Πύλας ἀπαντήσαντες οὐδὲν πλέον κατεπράξαντο τῇ Ἑλλάδι, πλὴν ὅσον τὰ σώματα εἰσήνεγκαν, τῷ θανάτῳ τοὺς βαρβάρους ἐκπλήξαντες, ἐπισχεῖν ὧν ὥρμηντο αὐτοὺς οὐ δυνηθέντες. οὗτοι δὲ, φησὶ, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκων τοὺς πολεμίους, καὶ τοσούτους αἰχμαλώτους εἷλον αὐτῶν ὅσοις ἔργον ἦν καὶ τοῖς ἅπασιν ἀντιστῆναι. διὰ ταῦτα, φησὶ, λέγω θαρρῶν
157.p54
οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν
157.p54
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.
157.p54
οὕτως ἀκριβής τις καὶ βέβαιος ἐκεῖνος φύλαξ ἦν τῆς Ἑλλάδος, οὐ μόνον τῆς ἑαυτοῦ πόλεως, καὶ τοιούτους ἐπικούρους, ὦ Πλάτων, τοῖς Ἕλλησι παρέσχετο. ὥστε ἕως ἔζη Κίμων τεθνάναι περιῆν τοῖς βαρβάροις τῷ φόβῳ τοὺς Ἕλληνας καὶ μὴ σκοπεῖν ὅντινα τῶν παρʼ ἡμῶν ὑφʼ ἑαυτοῖς ποιήσονται, ἀλλʼ ὅπως αὐτοὶ σωθήσονται. ἐξ ὧν τάς τε πόλεις ἁπάσας ἀφεῖσαν καὶ τῆς κάτω χώρας οὐκ ὀλίγης ἀπέστησαν, ὧν τἀναντία ὕστερον συνεχώρησαν Λακεδαιμόνιοι, πρὸς οὓς σὺ βλέπων καὶ ἁμιλλώμενος τοὺς
157.p54
σαυτοῦ συγκροτεῖς, οἷς ἡ τῶν εἰς τοὺς πολέμους ἐμπειρία καὶ ἕξις πρόσκειται μόνη. τοσούτῳ κρεῖττον Κίμων ἐφύλαξε

Intertext edge

Open linked passage

Note