Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 158 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
158.p55
158.p55
τοὺς Ἕλληνας καὶ οὕτω πολλοῦ τινος ἄξιος ἦν καὶ λέγων καὶ πράττων. ἆρʼ οὖν ταῦτα ἂν οὕτω κατείργαστο, ἢ νίκας οὕτω πολλὰς καὶ λαμπρὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐφεξῆς ἀνῃρεῖτο, εἰ δουλεύειν ἠξίου τῷ πλήθει καὶ μὴ τοὐναντίον εἰς ὅσον ἐξῆν ἦρχεν ἀκριβέστατα, ἢ κόσμου καὶ τάξεως χωρὶς ἦγε τὸ στρατόπεδον καὶ συνεχώρει πᾶν ὃ βούλοιντο, ἀλλὰ μὴ πανταχοῦ πᾶσαν φροντίδα καὶ πρόνοιαν ἐποιεῖτο εὐταξίας καὶ εὐαρμοστίας αὐτῶν καὶ τοῦ πρὸς ἅπαντα ὑπάρχειν εὐκόλους αὐτῷ; ἐγὼ μὲν γὰρ οὐκ ἀσελγαίνοντας οὐδʼ ὑβρίζοντας αὐτοὺς οὐδὲ τῶν ἡδονῶν ἡττωμένους, ἀλλʼ ὡς οἷόν τε μάλιστα κοσμίους ὄντας καὶ τὴν τάξιν φυλάττοντας, καὶ ὅ φησιν Ὅμηρος αἰδουμένους κρατεῖν ἂν τῶν πολεμίων οἶμαι καὶ χρησίμους εἶναι κἀκείνῳ καὶ σφίσιν αὐτοῖς. καί μοι πάντʼ ἐκεῖνα ἤδη λέγε, τὸν ναυπηγὸν ὡς εἰς τάξιν τίθησι τὰ ξύλα, τὸν τέκτονα ὡς εἰς τάξιν τοὺς λίθους, τὸν χοροποιὸν, τὸν ὁντιναδήποτε. ὅ τι γὰρ ἂν τούτων εἴπῃς, ὑπὲρ τῆς Κίμωνος ἐρεῖς ἡγεμονίας καὶ πολιτείας. καὶ μὴν ὅτι καὶ τὸ πᾶν τοῦτο κόσμος ἐκλήθη λέγεις ὀρθῶς, ὡς ἔγωγέ φημι προσβιβάζων ἡμᾶς πρὸς τὸ μηδὲν εἰκῆ πράττειν· Κίμων τοίνυν τῆς τοῦ παντὸς ἐπωνυμίας τὸ γιγνόμενον τῇ πόλει διεσώσατο. κοσμίους γὰρ ἅπαντας παρεῖχεν εἰς δύναμιν. τοιαῦτα ἐπολιτεύετο καὶ τοιαῦτα ἐδίδασκε κἀν τῇ πόλει τὸν δῆμον κἀν ταῖς στρατείαις τοὺς ἑπομένους. νὴ Δία ἀλλʼ ἐξωστράκισαν αὐτὸν, ὅπως αὐτοῦ δέκα ἐτῶν τῆς φωνῆς μὴ ἀκούσειαν. καὶ πάλιν γε κατήγαγον πρὶν τὰ δέκα ἐξήκειν ἔτη, ἵνʼ αὐτοῦ τῆς φωνῆς ἀκούσειαν· οὕτως ἐπόθησαν. σὺ δὲ ὡς μὲν κατέγνωσαν λέγεις, ὡς δὲ μετέγνωσαν οὐκ ἐνθυμεῖ. καὶ ἃ μὲν οὐ δικαίως ἐψηφίσαντο κατʼ ἀμφοτέρων λέγεις, ἃ δʼ ὀρθῶς ἐβουλεύσαντο οὐχ ἡγεῖ τοῖς μὲν προαχθεῖσι παραίτησιν, τῷ δὲ ἀφεθέντι μεγίστην πίστιν τῆς ἀρετῆς ἔχειν. καὶ ὡς ἔοικεν, οἱ μὲν

Intertext edge

Open linked passage

Note