Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 159 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
159.p56
159.p56
καταγνόντες αὐτοὶ μετέγνωσαν καὶ οὐκ ἔμειναν ἐφʼ ὧν ἔγνωσαν ἐξ ἀρχῆς σὺ δὲ ὥσπερ τι κύριον ἐγκέκληκας, καὶ οὐκ ἠξίωσας ταύτῃ μιμήσασθαι τοὺς Ἀθηναίους, ἀφεὶς τὸν ἄνδρα τῆς αἰτίας, ἀλλʼ ὃ μὲν ἦν χαλεπώτερον αὐτῶν ἐμιμήσω, τὸ δὲ λοιπὸν εἴασας, καὶ ταῦθʼ ὃ πάντων ἀτοπώτατόν ἐστι, κατηγορῶν αὐτῶν τῶν Ἀθηναίων, καὶ τό γε κάλλιον, οὐ τὰ δεύτερα ταῦτα, ἀλλʼ ἐκεῖνα ἅ τις ἂν χαίρων τῷ Κίμωνι. καὶ μηδενὸς μὲν ἂν τοιούτου συμβάντος οὐκ εἶχες ὅ τι κατηγόρεις, ἐπεὶ δʼ ἔλυσαν τῇ μετανοίᾳ τὸ συμβὰν καὶ τὴν αἰτίαν ἐφʼ αὑτοὺς μετέθεσαν, οὐκ ἴσον τι νομίζεις εἶναι ὥσπερ ἂν εἰ μηδὲν ἐξ ἀρχῆς εἰπεῖν εἴχομεν; καὶ μὴν πολὺ μεῖζον καὶ κάλλιον εἰς ἀρετῆς λόγον ἐκπεσόντα κατελθεῖν ἢ μὴ φυγεῖν ὅλως. τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δή που, τοῦτο δʼ οὐ κατὰ τοὺς πολλοὺς ἄνδρας ἦν· κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι, τοῦτο δὲ τῷ κρείττονα ἢ κατὰ τοὺς ἄλλους ὄντα γιγνώσκεσθαι. τοῦ μὲν γὰρ ἐκπεσεῖν καὶ φεύγειν φθόνος αἴτιος καὶ τάχα ἄν τι καὶ ἄλλο τοιοῦτον φανείη, τῆς δὲ πρὸ τοῦ χρόνου κλήσεως καὶ παρακλήσεως οὐδὲν ἔσθʼ ἕτερον πλὴν τῆς ἀρετῆς αἰτιᾶσθαι, διʼ ἣν καὶ ἀπόντα ᾐσχύνοντο καὶ παρεῖναι λυσιτελεῖν αὑτοῖς ὑπελάμβανον, καὶ τὸ μέγιστον, σφῶν αὐτῶν καταγιγνώσκειν μᾶλλον ἠξίουν ἢ ʼκείνου. ὥστʼ εἰ μὲν αὐτὸν ἐφʼ αὑτοῦ δεῖ σκοπεῖν, τί δεῖ λέγειν, εἴ τις εἰς ἐκεῖνον ἐξήμαρτεν; εἰ δʼ ἀπὸ τῶν ἄλλων αὐτὸν δεῖ θεωρῆσαι, διαφερόντως οὗτος τιμηθεὶς φαίνεται. ἀλλὰ μήπω ταῦτα· αὐτίκα γὰρ μᾶλλον ἴσως ἁρμόσει. ὃ δὲ πολλῶν καὶ μεγάλων ὄντων ὧν ἄν τις ἐπαινέσαι Κίμωνα δικαίως μέγιστον καὶ ὡσπερεὶ κεφάλαιόν ἐστι καὶ διαφερόντως ἐκείνῳ προσῆκον, τοῦτʼ εἰπεῖν ἔτι βούλομαι καὶ ἀποδοῦναι ὥσπερ ἄλλο τι τῷ ἀνδρί. σχεδὸν γὰρ ἐν ὀλίγοις τῶν πάντων, ὥς γέ μοι φαίνεται, καὶ τῶν πρότερον καὶ τῶν ὕστερον ἀντέχει τῷ λόγῳ τούτῳ καὶ οὐ συναγωνίζεται οὐδὲ δίδωσι χώραν τῇ βλασφημίᾳ, ὡς ἄρα

Intertext edge

Open linked passage

Note