Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
160.p57
160.p57
τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη τοὺς υἱεῖς φαύλους ἀποβαίνειν καὶ ὀλίγου τινὸς ἀξίους τῆς πατρῴας ἀρετῆς, ὅστις υἱὸς ὢν Μιλτιάδου καὶ κληρονομῶν τοσούτου κινδύνου τῆς ἐκείνου δόξης οὐ κατῄσχυνεν οὐδὲν τῶν ὑπαρχόντων οὐδʼ ἀποχρῆν ἡγήσατο ἐπιγράφεσθαι τοὔνομα τοῦ πατρὸς, ὥσπερ τις Ὀλυμπίασιν ἀξιῶν νικᾶν ὅτι ἐστὶν Ὀλυμπιονίκου πατρός· ἀλλʼ οὕτως εὖ καὶ καλῶς ἐκεῖνον ἐμιμήσατο καὶ ὥσπερ ἰχνῶν εἴχετο τῶν ἔργων τοῦ πατρὸς, ὥστʼ εἰ μηδεὶς τῶν συγγραφέων ἐτύγχανεν εἰρηκὼς ὅτου παῖς ἦν, ἀπʼ αὐτῶν εἶναι τῶν ἔργων εἰκάσαι τὸν πατέρα αὐτοῦ καὶ ὅτῳ προσῆκεν.
160.p58
160.p58
περιήκει δʼ ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλτιάδην, ὃν ἐγὼ μᾶλλον ἂν αἰσχυνοίμην ἐπαινῶν ἢ ψέγων· οὕτω μοι δοκῶ πάντʼ ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι. καίτοι τοσοῦτόν γʼ ἂν εἴποιμι θαρρούντως· εἰ γὰρ ἀναστὰς, λέγω, Πλάτων αὐτὸς ἀξιώσει κατηγορεῖν Μιλτιάδου καὶ τοῦ βελτίονος αὐτῷ τοῦτο λόγου κρινεῖ, πάνθʼ ἕτοιμος ἔγωγε συγχωρεῖν καὶ μὴ πολλοῦ τινος ἄξιον τὸν ἄνδρα ἐκεῖνον ἡγεῖσθαι. ἀλλὰ οὐκ ἄν μοι δοκεῖ ῥᾳδίως, ὅς γε καὶ μνησθεὶς περὶ αὐτοῦ, Μιλτιάδην δὲ, φησὶ, τὸν ἐν Μαραθῶνι. καίτοι τοῦτό ἐστιν ἐγγυτέρω θρήνου τινὸς ἢ μέμψεως καὶ τιμῶντος μᾶλλον ἢ κακίζοντος, ὥσπερ οὓς Σιμωνίδης εἰώθει τιμᾶν ἐν τοῖς ἐπιγράμμασιν. ὅμως δὲ καὶ Μιλτιάδης μετέχει τοῦ καταλόγου καὶ περιέστηκεν αὐτῷ τὸ τῶν