Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 161 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
161.p59
161.p59
Πλαταιέων τῶν ὑπʼ αὐτοῦ τότε κοσμηθέντων. κατηγορίας γὰρ οὐδεμιᾶς αὐτοῦ προειρημένης ἐξ ἀνάγκης τρόπον τινὰ ἀγωνίζεται, διὰ τὸ ἐνεῖναι τοὔνομα ἐν τοῖς διακόνοις αὐτοῦ. καίτοι, ὦ Πλάτων, φαίη τις ἂν τῶν δικανικῶν ἀνδρῶν, ὀρθῶς ἐποίησεν ὁ θεὶς τὸν νόμον ἀξιώσας διαρρήδην ἔχειν τάς τε δίκας καὶ τὰς γραφὰς, ἔβλαψέ με ὁ δεῖνα τὸ καὶ τὸ ποιήσας· καὶ τάδε εἶπε παράνομα· κἄν τί τις ἄλλο κατηγορῇ, τὸν αὐτὸν τρόπον φράζειν καὶ μὴ τηνάλλως φοβεῖν. σὺ δʼ ὅ τι μὲν ποιῶν ἢ λέγων ἕκαστος τῶν ἀνδρῶν τούτων ἠδίκει εἰς τὴν ὑστεραίαν, ὡς ἔοικεν, ἀνεβάλου δηλώσειν, ὥσπερ ἐν ἄλλῳ τῳ διαλόγῳ, πάντας δʼ αἰτιᾷ κοινῇ καὶ οὐδὲ ὃν τῶν ἄλλων διαφερόντως ἠξίωσας τιμῆσαι τὸν Περικλέα μερίσας τὰς αἰτίας αὐτῷ καὶ πλείστας ἁπάντων ἀνθεὶς, οὐδὲ τοῦτον ἐξήλεγξας, οὐδʼ ἀπέφηνας τί λέγων ἢ τί ποιῶν ἐποίει τοιούτους, ἀλλʼ ἑνὶ τούτῳ παρὰ τοὺς ἄλλους ἐτίμησας, πλείους ποιήσας τὰς αἰτίας αὐτῷ καὶ ὡσπερεὶ σαφεστέρας, ὥστʼ εἰδέναι περὶ ὧν χρὴ λέγειν. ἀλλʼ ἐκεῖνος μὲν οὐδὲ τοῖς παρʼ ἡμῶν ἴσως ἔλαττον ἔσχηκεν, ὥστε ταύτῃ γε μηδʼ ἂν πάνυ τι μέμψασθαι τῷ τὴν ἀρχὴν παρασχόντι. εἶεν. Μιλτιάδην δὲ τὸν ἐν Μαραθῶνι ποῦ χοροῦ τάξομεν ἢ τάξιν τίνα; ἢ δῆλον ὅτι τὴν πρὸ τοῦ θεάτρου καὶ οὗ πᾶσιν ἐν καλῷ τῆς θέας ἔσται; πλήν γʼ ὅσον οὐκ ἀριστεροστάτης ἀνὴρ μᾶλλον ἢ τοῦ δεξιοῦ τοῖς Ἕλλησι κέρως. καὶ νὴ Δίʼ εἴ γέ τις αὐτὸν ἐρωτῴη καὶ ἀναποδίζοι καθʼ ἕκαστον ἐξ ἀρχῆς, ὥσπερ Πλάτων εἴωθεν ἐρωτᾷν, τί διδάσκων ἢ τί συμβουλεύων

Intertext edge

Open linked passage

Note