Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
162.p60
162.p60
ἐποίει βελτίους Ἀθηναίους, ἢ πῶς ἄγων καὶ τρέφων ἐκ νέων εὐθὺς, ἢ ποῖʼ ἄττα ἔθη καὶ ἐπιτηδεύματα εἰς τὴν πόλιν εἰσάγων, φαίημεν ἂν οὐκ ἀπορήσειν αὐτὸν μετρίας καὶ ἀληθοῦς ἀποκρίσεως, ἀλλʼ ἀποκρινεῖσθαι ταυτὶ, καὶ παραγράψομεν τοῖς ἔπεσι Μιλτιάδου ἀποκρίσεις·
162.p60
λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,
162.p60
ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο.
162.p60
πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδένʼ ἀκοῦσαι·
162.p60
εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ
162.p60
τοὺς κωμήτας γυμνοὺς ἀθρόους, κεἰ κριμνώδη κατανίφοι.
162.p60
εἶθʼ ὑπὲρ τῆς μουσικῆς ἐρεῖ τῆς τότε ὁποία τις ἦν, ὡς
162.p60
οὐ τὸ παναρμόνιον οὐδὲ τὸ πρὸς ἡδονὴν αὐτῆς ἐτιμᾶτο, ἀλλὰ
162.p60
ἢ Παλλάδα περσέπολιν δεινὰν, ἢ τηλέπορόν τι βόαμα
162.p60
ἐρεῖν ἔδει
162.p60
ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν.
162.p60
εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπὴν,
162.p60
ἐπετρίβετο τυπτόμενος πολλὰς, ὡς τὰς Μούσας ἀφανίζων
162.p60
ἐν παιδοτρίβου δὲ καθίζοντας
162.p60
καὶ τἄλλα δὴ καθʼ ἕκαστον διεξελθὼν τελευτῶν ἐπιθήσει πρός τινας τῶν δυσχεραινόντων
162.p60
ἀλλʼ οὖν τάδʼ ἐστὶν ἐκεῖνα,
162.p60
ἐξ ὧν ἄνδρας Μαραθωνομάχους ἡμὴ παίδευσις ἔθρεψε.
162.p61
162.p61
τοιαῦτʼ ἄττα ὁ Μιλτιάδης ἀποκρινεῖται, οὔτʼ ἄλλως φαῦλα ἐμοὶ δοκεῖν οὔτε που ψευδῆ, ἀλλʼ αὐτῷ τε προσήκοντα ταῦτα παιδεῦσαι προστάτῃ κατʼ ἐκείνους τοὺς χρόνους ὄντι καὶ τοῖς Ἀθηναίοις πάλαι πεπαιδευμένοις ἥκειν ἐπὶ τὴν μάχην. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν αὐθημερὸν ἄνδρας γενέσθαι κοσμίους καὶ ἀνδρείους καὶ τῶν δεινῶν κρείττονας, ἐν ῥαθυμίᾳ τραφέντας ἐξ ἀρχῆς καὶ φαύλως ἐν τοῖς