Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
164.p63
164.p63
αὐτοῦ τῆς ψυχῆς ἅπασιν εἶναι. ἢ πρὸς θεῶν τῶν μὲν ἡμετέρων λόγων καὶ συγγραμμάτων τὸ φρόνημα καὶ τὴν ῥώμην ἀξιώσομεν εὐδοκιμεῖν, κἄν τι πρὸς ἀνδρείαν ἢ δικαιοσύνην αὐτῶν ᾖ φέρον, οὐκ ἄχρηστον φήσομεν τοῖς ἐθέλουσι χρῆσθαι, τῆς δʼ ἐκείνου προαιρέσεως καὶ διανοίας ὁποία τις ἦν καὶ πότερον τῶν τυχόντων ἢ τῶν ἐπιεικεστέρων μιμήσασθαι, οὐχ ἱκανὸν σημεῖον τὸ ψήφισμα, ὃ παρʼ αὐτοὺς τοὺς κινδύνους συνεγράψατο, μίαν γνώμην εἰς τοὺς Ἕλληνας εἰπὼν περὶ παντὸς τοῦ δικαίου. καὶ μὴν εἰ προγόνους ἄξιον τιμᾶν, πῶς οὐκ ἄξιον Μιλτιάδην ὥσπερ πρόγονον κοινὸν τῶν μετʼ ἐκείνους τοὺς χρόνους Ἑλλήνων; ὁ γὰρ οὐ μόνον τῆς σωτηρίας αὐτῶν προστὰς, ἀλλὰ καὶ δείξας ὁποίους τινὰς ἐν τοῖς περὶ τῆς ἐλευθερίας ἀγῶσιν εἶναι δεῖ καὶ παράδειγμα πᾶσιν εὔδηλον ἐκθεὶς οὗτός ἐστι φανερώτατα τῶν ἄνω πάντων. εἰ τοίνυν καὶ Σόλωνα καὶ Λυκοῦργον ἐπαινοῦμεν κατὰ τοὺς νόμους οὓς ἔθηκαν, πῶς οὐ δίκαιον Μιλτιάδην ἐπαινεῖν, ὃς ἔργῳ τοῦτον ἔθηκε τὸν νόμον, μηδένα τῶν χειρόνων θαυμάζειν μηδὲ τὸ ῥᾷστον αἱρεῖσθαι πρὸ τοῦ κρείττονος; σκεψώμεθα γὰρ δὴ παρὰ τὸν Λυκοῦργον τὸν Μιλτιάδην ἐξετάζοντες. οὐ γὰρ δή που κἀκεῖνον ἔστʼ εἰπεῖν ὅτι ὡς τῶν διακόνων ἕνʼ ἔθηκε Πλάτων· οὐκ ἔστι ταῦτα οὐδʼ ἐγγύς. Λυκοῦργος μὲν τοίνυν ὅτι τοὺς νόμους ἔθηκε πρὸς ἀνδρείαν καὶ καρτερίαν βλέποντας καὶ ὅτι βελτίους ἐποίησε τὰ τοῦ πολέμου τοὺς πολίτας, οὕτως εὐδοκιμεῖ, καθάπερ τις γυμναστὴς ἑτέρους παρασκευάσας πρὸς τὸ νικᾶν, αὐτὸς δʼ οὐδʼ ὁτιοῦν ἀποδειξάμενος τοιοῦτον. Μιλτιάδης δὲ πρὸς τῷ τὰ βέλτιστα ἐθίσαι τοὺς πολίτας καὶ τῷ παρασκευάσαι μηδενὸς ὑστέρους εἶναι πρὸς τὰ τοῦ πολέμου πράγματα καὶ τοῦ μεγίστου τῶν ἔργων αὐτὸς ἡγεμὼν