Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 165 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
165.p64
165.p64
γεγονὼς φαίνεται. οὕτως οὐ πολλῷ τινι τοῦ Λυκούργου δεύτερος ἡμῖν φαίνεται γεγονὼς, οὐδὲ παρʼ ἄλλοις τισὶ μᾶλλον δίκαιος εὐδοκιμεῖν ἢ παρὰ τοῖς ἐκεῖνον δικαίως ἐπαινοῦσι. καὶ μὴν ἐν μὲν τοῖς ἄλλοις ἔργοις λέγω καὶ ἐπιτηδεύμασι καὶ τέχναις οἱ μὲν ὡς ἄρξαντες ἐτιμήθησαν, οἱ δὲ ὡς ὑπερβαλλόμενοι· Ὅμηρον δʼ ἐπαινοῦσιν, ὡς αὐτὸν ἀρξάμενόν τε καὶ ἀπεργασάμενον ὡς κάλλιστα ποίησιν. Μιλτιάδης τοίνυν ἅμα τʼ αὐτὸς ἦρξε τῆς ἐλευθερίας τοῖς Ἕλλησι καὶ οὐδενὶ τῶν Ἑλλήνων ὑπερβολὴν τῶν ἔργων τῶν ἑαυτοῦ κατέλιπεν, οὔκουν ὅσους γε ἀπὸ τῶν ἄλλων πόλεων ἔχομεν λέγειν. ὥστε δέδοικα μὴ τῶν αὐτῶν ᾖ μήτε Ὅμηρον δέχεσθαι τῇ πόλει μήτε Μιλτιάδην ἐθέλειν ἐπαινεῖν. εἶτα ἐρωτᾷ Πλάτων τίνα βελτίω Μιλτιάδης ἐποίησεν ἢ τῶν πολιτῶν ἢ τῶν ξένων, ἢ δοῦλόν φησιν ἢ ἐλεύθερον, ἢ ἄνδρα ἢ γυναῖκα; τίνα μὲν οὖν, ὦ Πλάτων, χείρω Μιλτιάδης ἐποίησεν ἢ τῶν πολιτῶν ἢ τῶν ξένων, ἢ δοῦλόν φημι ἢ ἐλεύθερον, ἢ ἄνδρα ἢ γυναῖκα; ἢ τῷ τῶν πάντων εἰς ὄνειδος καὶ ζημίαν ἐτελεύτησεν ἡ πρὸς ἐκεῖνον ὁμιλία; καὶ δή σοι λαμπρῶς ἀποκρινοῦμαι τίνα βελτίω Μιλτιάδης ἐποίησε, καὶ οὐ κατʼ ἄνδρα εἴποιμʼ ἄν σοι καὶ γυναῖκα, ὥσπερ οἱ περὶ μικρῶν ἔργων ἐρευνῶντες, ἀλλʼ εἴ μοι δίδως εἰπεῖν, ἅπαντας Ἀθηναίους ἐκεῖνος βελτίους ἐποίησε καὶ ὅλην βελτίω τὴν πόλιν, ὡς πόλιν εἰπεῖν λέγω καὶ ὡς δῆμον λέγω καὶ ὡς τὸ κοινὸν εἰρῆσθαι. μὴ γάρ μοι διὰ πάσης ἀκριβείας μηδὲ πρὸς ἓν μέτρον, μηδὲ ὥσπερ τὰς τοῦ Γηρυόνου κεφαλὰς ἴσους διʼ

Intertext edge

Open linked passage

Note