Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 166 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
166.p65
166.p65
ἁπάντων οἴου δεῖν ἐφεξῆς εἶναι, ἀλλὰ καὶ χείρους τινὰς λίπε, ἐπεὶ οὔτοι πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ. οὔκουν οὐδʼ ἐν πόλει πάντες ὅμοιοι τὴν γνώμην, οὐ μᾶλλόν γε ἢ τὰ σώματα πάντες ἴσοι καὶ παραπλήσιοι· ἀλλʼ ὥσπερ τῶν προστατῶν αὐτῶν οἱ μὲν χείρους, οἱ δὲ βελτίους, οὕτω καὶ δῆμος οὐκ ἄν ποτε εἷς ἀκριβῶς γένοιτο, ἀλλʼ ἀνάγκη τοὺς μὲν χεῖρον, τοὺς δὲ βέλτιον ἔχειν πρὸς αὐτὸ τὸ πείθεσθαι τοῖς προεστῶσιν. οἴου τοίνυν καὶ Μιλτιάδου προεστῶτος τοὺς μὲν ὡς πλεῖστον τῆς ἐκείνου δυνάμεως ἀπολαῦσαι, τοὺς δὲ μέσως, κἀν τῷ μέσῳ τὸ παραλλὰξ αὖ τίθει. γένοιτο δʼ ἄν τις ἐν πλήθει καὶ περὶ ὦτα ἀτυχέστερος. οὔτοι πάντας οὐδʼ ὁ ἥλιος οἷός τʼ ἐστὶ θερμαίνειν, ἀλλʼ ἤδη τις ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρίγωσε τῆς καταβολῆς ἐπελθούσης. ἂν οὕτω μετρίως καὶ πρὸς δύναμιν τῆς φύσεως ἐξετάζῃς, φανεῖταί σοι καὶ Μιλτιάδης ὅλην τὴν πόλιν εὖ πεποιηκώς. εἰ δὲ κατʼ ἄνδρα ζητήσεις τοὺς ἀρίστους, οὐδὲ τοὺς ἵππους τοὺς Θετταλοὺς ἐφεξῆς ἅπαντας ἀρίστους εὑρήσεις, οὐδὲ τὰς κύνας τὰς Λακαίνας, ἀλλʼ ὅμως σώζεται τοῖς γένεσι τοὔνομα. οὕτω δὴ καὶ τοὺς Ἀθηναίους ἐξέταζε, τὸ πᾶν ἦθος τῆς πολιτείας ὁρῶν αὐτῶν καὶ πῶς ἔπραττον κατʼ ἐκείνους τοὺς χρόνους κοινῇ, ὥσπερ που καὶ φαμὲν πόλιν εὐνομεῖσθαι, καίτοι γʼ οὐ δυνατὸν γενέσθαι πόλιν τοιαύτην, ἐν ᾗ μηδὲν μήτε μεῖζον μήτʼ ἔλαττον ἁμάρτημα συμβαίνει μηδʼ ἁμαρτάνει μηδείς. καὶ μὴν καθʼ ὑμᾶς τοὺς σοφοὺς ἔχοι τις ἂν ὡδὶ προσβιβάζειν τῷ λόγῳ, ὡς ἄρʼ ἂν ἡ πόλις εὐνομῆται, ἀνάγκη τοὺς οἰκοῦντας αὐτὴν πάντας εὐνόμους εἶναι, καὶ ἄνδρας καὶ γυναῖκας· εἰ δʼ εὐνόμους, εὐτάκτους· εἰ δʼ εὐτάκτους, σώφρονας· εἰ δὲ σώφρονας, καὶ φρονίμους· φρονίμων δʼ ὄντων ἁπάντων οὐχ οἷόν τε δήπουθεν ἁμαρτάνειν οὐδένα· ὥσθʼ ἕως ἂν ἡ πόλις εὐνομῆται, ἀνάγκη μηδένα μηδὲν

Intertext edge

Open linked passage

Note