Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 168 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
168.p68
168.p68
Ἕλλησιν οὐδὲν πρότερον τῆς κοινῆς σωτηρίας ἐποιήσατο, οὐδʼ ἰδίᾳ περὶ τῶν ἑαυτοῦ πραγμάτων ἐσκέψατο, οὐδʼ ἀνεβάλετο εἰς ἕτερον καιρὸν τὴν ἀρετὴν δεῖξαι τὴν ἑαυτοῦ. καίτοι παρῆν αὐτῷ μὴ πρὸς τὸ βέλτιστον ὁρῶντι, ἀλλὰ ταὐτὰ τοῖς τυράννοις διώκοντι, εἰ μὲν ἐβούλετο μετὰ Ἱππίου καὶ τῶν Πεισιστρατιδῶν συνεπιστρατεύειν ἐπὶ τὴν Ἑλλάδα, εἰ δὲ ἐβούλετο μετʼ Ἀλευαδῶν ἐκ Θετταλίας, ἢ πρό γε Ἀλευαδῶν. οἶμαι δὲ οὐδʼ ἂν ἐκ Λακεδαίμονος τῶν ταὐτὰ βουλομένων ἠπόρησε. καὶ μὴν οὐδʼ οἱ βάρβαροί γʼ ἂν ἧττον ἐκεῖνον ἡδέως ἐδέξαντο ἢ πολλοὺς ἑτέρους. ἀλλʼ ὡς ἔοικεν, οὐ πρὸς αὑτοῦ ταῦθʼ ἡγεῖτο Μιλτιάδης, ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ παριδὼν καὶ τοῦ μηδενὸς ἄξια κρίνας εἰς ἀρετῆς λόγον τῇ κοινῇ χρείᾳ τῆς πατρίδος καὶ τῶν Ἑλλήνων προσένειμεν αὑτόν. καίτοι ταῦτα ποιῶν καὶ ταῦτα προαιρούμενος πότερον δικαιοσύνης καὶ καλοκαγαθίας, ἢ κακίας καὶ ἀδικίας δεῖγμα ἐξέφερεν; ἢ οὐδετέρου φήσομεν; ἐγὼ μὲν γὰρ εὐδαίμονα καὶ ζηλωτὸν ἀκούειν οὐδὲν κωλύειν ἐκεῖνον ἡγοῦμαι, εἴπερ ἀληθὴς ὁ Πλάτωνος λόγος ὡς τό γε δίκαιον αὐτὸ λαμπρὸν ἔπεστι τοῖς πεπολιτευμένοις. εἶεν. ἀλλʼ ὑπὲρ τῆς ἀνδρείας τῆς ἐκείνου δείσομεν, ἢ μικρούς τινας καὶ φαύλους καιροὺς τοὺς δείξαντας αὐτὴν εἶναι φήσομεν; οὐ πάντες μὲν ἄνθρωποι μικροῦ δέω λέγειν τότε Πέρσαις ὑποπεπτώκεσαν, τὰ δὲ πλεῖστα ἐξ ἐντολῆς τῷ βασιλεῖ κατειργάζετο; ὅποι δʼ ὁρμήσειαν, ἔχειν ὑπελάμβανον, οἵ γε καὶ ἐπὶ Σκύθας ἐλθόντες ἔδοξαν δυστυχῆσαι, ὅτι οὐκ ἠδυνήθησαν εὑρεῖν αὐτούς· Αἰγύπτιοι δὲ οἱ σοφώτατοι πάντων μίαν τῶν πασῶν μηχανὴν οὐχ εὗρον, διʼ ἧς ἐκφεύξονται τὸ μὴ δουλεῦσαι. Λιβύην δʼ

Intertext edge

Open linked passage

Note