Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
169.p69
169.p69
οὐδεὶς λόγος ἦν ὁ διαιρῶν ἀπὸ τῆς Ἀσίας τότε, ἀλλʼ ἦν ἅπαντα μία ἤπειρος ὡς Πέρσαις εἶναι. τῶν δὲ Ἑλλήνων οἱ μὲν τὴν Ἀσίαν οἰκοῦντες οἱ μὲν ἐκ τριγονίας ἐδούλευον, οἱ δʼ ἐκ πλείονος, αἱ νῆσοι δʼ οὐδὲν ἦσαν πρᾶγμα, Ἐρετριεῖς δʼ Εὐβοέων χεῖρας ἀνταράμενοι τριῶν ἡμερῶν ἤγοντο πανοικησίᾳ· τῶν δʼ ἄλλων τῶν ἐν τῇ Εὐρώπῃ οἱ μὲν τὸ ὕδωρ καὶ τὴν γῆν ἐδεδώκεσαν, οἱ δὲ τὸ μέλλον ἀπεσκόπουν, τοσοῦτον αὑτοὺς Ἐρετριέων εὐτυχεστέρους νομίζοντες, ὅσον ὕστεροι ταὐτὰ πείσεσθαι. Λακεδαιμόνιοι δὲ, εἴθʼ ὑπὸ τοῦ πρὸς Μεσσηνίους πολέμου εἴτε καὶ τὴν πανσέληνον μένοντες, οὐδὲ αὐτοὶ βοηθεῖν εἶχον. ὁ δὲ στρατὸς ἦν καὶ δὴ Μαραθῶνι κατηρκὼς ἐξ Ἐρετρίας ὡς ἐπὶ τοῖς ἴσοις. οὐ διακόνων ἐκεῖνος ὁ καιρὸς ἦν, οὐδʼ ὑφειμένων ἀνθρώπων, οὐδʼ ἐκ πολλοῦ τὸ κελευόμενον ποιεῖν εἰδότων, οὐδʼ εἰς τὸ δοκοῦν ἑτέροις βλεπόντων, οὐδʼ ὅπως ἀσφαλῶς βιώσονται ζητούντων, οὐδὲ τοῦθʼ ἡγουμένων ἀρκεῖν, ἀλλʼ ἐκεῖνος ὁ καιρὸς ὥσπερ κήρυξ ἐκάλει τῶν Ἑλλήνων τὸν ἀνδρειότατον καὶ τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα, καὶ ὅστις οἶδεν ὅπως δεῖ σώζειν τε καὶ σώζεσθαι. οὐδʼ ἡμεῖς τῶν ἀνδρῶν ἐκείνων τοῦτο ἐπαινοῦμεν, λέγω τῶν ἐν ἐκείνοις τοῖς χρόνοις προστάντων, ὅτι τὴν Ἑλλάδα ἔσωζον ὁπωσοῦν, ὥσπερ ὃν σὺ λέγεις τὸν κυβερνήτην τὸν ἐξ Αἰγίνης ἢ τοῦ Πόντου κομίζοντα· ἀλλʼ ὅτι ἔσωζον καὶ πολίτας καὶ πάντας σὺν καλῷ τῷ σχήματι. εἰ μὲν γὰρ τὰ ὅπλα παραδόντας ἢ τοῖς κήρυξιν ὁμολογήσαντας, ἢ τὸν Περσῶν βασιλέα δεσπότην ἀντὶ τῶν νόμων ἑλομένους ἠξίουν σώζεσθαι, οὐκ ἂν ἔγωγε συγχαίρειν ᾤμην δεῖν οὔτε τοῖς πείθουσι τῶν λόγων οὔτε τοῖς πεισθεῖσι τῆς σωτηρίας, ἀλλʼ ὡς ἀληθῶς διακόνους ἂν ἐκείνους εἶχον καλεῖν, καὶ τοῦ πρὸς ἡμέραν ὑπηρέτας ὥσπερ τοὺς πορθμέας, οὐ μόνον, εἰ βούλει, τοὺς κυβερνήτας. εἰ δʼ ἀπʼ αὐτῶν τῶν κηρύκων ἀρξάμενοι καὶ τῆς ἀποκρίσεως