Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
171.p71
171.p71
ἐπανήγαγε νικηφόρους. μὴ τοίνυν κατὰ τὸν κυβερνήτην θῇς αὐτὸν, ὦ χρηστὲ, τὸν εἰς τὴν Ὀλυμπίαν κομίζοντα, ἀλλὰ μᾶλλον φῶμεν αὐτὸν ἐοικέναι τῷ γυμναστῇ, ὃς πάλαι παρασκευάσας ἐκεῖσε τὸν ἀθλητὴν, εἶτα ἐξαγαγὼν νικῶντα ἐπανήγαγεν. εἰ δὲ δὴ προσέσται τούτῳ τὸ καὶ αὐτὸν ἀνῃρῆσθαι τὰ πρῶτα τῆς ἀγωνίας ἐπὶ τῆς αὐτῆς Ὀλυμπιάδος, Ἡράκλεις, τίς ἂν διακονίαν τοῦ τοιούτου κατηγοροίη, ἢ τίς οὐκ ἂν τῶν στεφάνων συνήδοιτο; οὐκ ἔνι τῷ κυβερνήτῃ πρὸς οὐδένα τῶν ἐμπλεόντων εἰπεῖν ὅτι χρὴ τοῦ θανάτου καταφρονῆσαι, οὐδʼ ὅτι ἐξεπίτηδες αὑτὸν εἰς τὴν θάλατταν ῥῖψαι, ἀλλʼ ὅσον τῶν σκευῶν ἐκβαλεῖν, καὶ ταῦτα ὑπὲρ σωτηρίας τῶν σωμάτων, ἄχρι τούτου κελεύειν ὁ κυβερνήτης κύριος. τὸ δὲ σύμπαν σώζειν προείρηται παρὰ τῆς τέχνης αὐτῷ καὶ μὴ πολυπραγμονεῖν. ἀλλʼ οὐκ ἐν τοῖς Μιλτιάδου λόγοις ταῦτʼ ἐνῆν ἐκ παντὸς τρόπου σώζεσθαι, καὶ οὐδὲ τὰ ὅπλα, ἂν οὕτω τύχῃ, ῥίψαντας ὑπὲρ τούτου. πόθεν; ἀλλʼ αὐτὸ τοὐναντίον, μὴ ζητεῖν ἐκ παντὸς τρόπου σωθῆναι, ἀλλʼ εἰ καὶ τεθνάναι δέοι, τολμᾶν ὑπὲρ πατρίδος καὶ ἱερῶν καὶ τάφων καὶ πολιτείας· ὁρᾷς ὅσῳ καὶ τὸν κυβερνήτην παρελήλυθε. καὶ γάρ τοι ὅσοι μὲν τοῦτʼ ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται, κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι καὶ ὑπὸ γῆς ὄντες τὴν γῆν φυλάττοντες αὐτὴν, ἀλλʼ οὐχ ὑπʼ αὐτῆς ἐχόμενοι, τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν, ἣν ἐκεῖνος εἰς τὴν τελευτὴν τοῦ
171.p71
χρυσοῦ γένους ἐποίησεν εἰπὼν
171.p71
οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται,
171.p71
ἐσθλοὶ, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.
171.p71
κἀκείνους πλὴν ὅσον οὐ δαίμονας, ἀλλὰ δαιμονίους καλῶν, θαρρούντως ἂν ἔχοις λέγειν, ὑποχθονίους τινὰς φύλακας καὶ σωτῆρας τῶν Ἑλλήνων, ἀλεξικάκους καὶ πάντα