Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
173.p73
173.p73
φιλοτιμίαν εἰς ἅπασαν τὴν πολιτείαν ἢ Πινδάρῳ φασὶν εἰς τὴν μουσικὴν τὸ τὸν αὐτὸν τοῦτον θεὸν ὀρχήσασθαί τι τῶν ᾀσμάτων αὐτῷ. καὶ μὴν τεχνικόν γε εἶναι περὶ λόγους Πᾶνα τὸν Ἑρμοῦ Πλάτωνος ἡ φωνή· ἀλλαχοῦ δὲ καὶ λόγον αὐτὸν εἶναι λέγει, ἤτοι λόγου γε ἀδελφόν. φαίνεται τοίνυν οὗτος οὕτως αὐτῷ χαίρων τῷ Μιλτιάδῃ, οὐκ ἂν, εἴ γε ἑώρα φαῦλον περὶ τοὺς λόγους ὄντα. οὐκοῦν πάνθʼ ἅμα μαρτυρεῖ καὶ τὴν ῥητορικὴν τέχνην, ἀλλὰ μὴ ἄτεχνον τριβὴν εἶναι, καὶ τὸν Μιλτιάδην καὶ τοῦ λέγειν τεχνίτην καὶ τὴν ἀνδρείαν ἐπὶ τῶν ἔργων τοῖς λόγοις παραπλήσιον. ἆρά γε ἢ πρὸς ἀνθρώπων ἢ πρὸς θεῶν βέλτιον περὶ Μιλτιάδου τι βλασφημεῖν; ἄτοπον δʼ ἄν τις ἡγήσαιτο Ἀθηναίους μὲν ἐκ τούτων τῶν ἔργων ἱδρύσασθαι τῷ Πανὶ τὸν νεὼν, οὐ πρότερον συννοήσαντας, Πλάτωνα δὲ τῶν ἔργων τούτων ὑπαρχόντων περὶ Μιλτιάδου τολμᾶν τὰ χείρω λέγειν καὶ τοσοῦτον ἀπέχειν τοῦ τιμᾶν ὥστε καὶ τὴν ὑπάρχουσαν αὐτῷ δικαίως τιμὴν τὸ καθʼ αὑτὸν ἀποστερεῖν· ὅστις καὶ δέκατος αὐτὸς στρατηγήσας μόνος ὡς εἰπεῖν ὀνομάζεται, καὶ ταῦτα Ἀριστείδου τοῦ Λυσιμάχου παρόντος, ὃν οὐδὲ Πλάτων αἰτιάσασθαι μόνον τῶν πάντων ἠξίωσεν, ἀλλʼ ᾐσχύνθη. ἀλλʼ ὅμως ἐκεῖνος Πλαταιᾶσι μὲν ἐκφανὴς ἦν μετὰ Παυσανίου στρατηγῶν, Μαραθῶνι δὲ ἐκρύπτετο ὑπὸ τῷ Μιλτιάδῃ καὶ οὐκ ἠμφισβήτει τῶν ἴσων, δίκαιος ὢν, ὡς σὺ φῂς, καὶ ταῦτα ἀμέλει δίκαια ποιῶν. καὶ γὰρ ὁ τὴν μάχην γενέσθαι σπεύσας καὶ οὐ περιιδὼν διαφθαρέντα τὰ πράγματα ἐν τῇ τριβῇ καὶ ὁ πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος καὶ δείξας ὃ σὺ χρησμῳδεῖς, οὐκ ἐν ἄλλοις εἰκὸς ἔχειν τὰς ἐλπίδας, ὧν ἢ εὖ ἢ κακῶς πραξάντων ἀνάγκη πλανᾶσθαι καὶ αὐτὸν καὶ τὰ αὐτοῦ τινὸς, ἀλλʼ αὐτὸν ἐν αὑτῷ, τόν γε δὴ σώφρονα καὶ τὸν ἀνδρεῖον καὶ φρόνιμον, Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος