Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
176.p77
176.p77
Ἀγησίλαον, ὃς φιλότιμος ὢν καὶ φιλέταιρος πέρα τοῦ μετρίου παραλαβὼν τὴν πόλιν τὴν Λακεδαιμονίων γῆς καὶ θαλάττης ἄρχουσαν οὐ διεφύλαξεν ἐν τούτῳ τῷ σχήματι. καὶ σκόπει παρʼ οὕστινας αὐτὸν ἐξετάζω· Λυκοῦργον, Παυσανίαν, Λύσανδρον, Ἀγησίλαον. ἀλλὰ ταῦτα μὲν οὐδʼ ἂν εἷς αἰτιάσαιτο· ἐκρατεῖτο δὲ ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ὥσπερ Θίβρωνα τὸν Σπαρτιάτην ἤδη τινὲς ᾐτιάσαντο καὶ μυρίους ἑτέρους ἔστι λέγειν καὶ Ἑλλήνων καὶ βαρβάρων. ἀλλʼ οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια, φαίνειν, ἐνδεικνύναι, δημεύειν, ὥσπερ Κλέωνα καὶ Κλεοφῶντα καὶ Ὑπέρβολον καὶ ἑτέρους ἀνθρώπους, οὐ ῥήτορας οὐδαμῶς, —οὔκουν εἴπερ γε ἦσαν τοιοῦτοι—εἴδωλον δέ τι ῥητορικῆς ἀπειληφότας, εἰ δὴ τὸ μηδαμῆ μὲν ὅμοιον, πανταχῆ δʼ ἀσθενέστερον εἴδωλον χρὴ καλεῖν. ἀλλʼ ἐκεῖνός γε πάντων τούτων καθαρός. πῶς οὖν οὐκ ἐλυσιτέλει τοῖς Ἕλλησι τοιοῦτος ὤν; ἢ πῶς οὐκ ἐποίει βελτίους, εἴ τις προσεῖχεν αὐτῷ τὸν νοῦν; πολλῆς ταῦτα τῆς ἀνάγκης ἐστίν. εἰ δὲ μὴ σοφὸς ἦν τὰ μετέωρα ὥσπερ Ἀναξαγόρας, οὐδὲ Σωκράτης σοφὸς ἦν ταῦτά γε, καὶ ταῦτά γε, ὥς φασιν, ὁμιλήσας ἐκείνῳ. ἀλλʼ οὐδὲ Σωκράτης Ἀναξαγόρου φαυλότερος, οὔκουν, ὥς γε ὑμεῖς ἂν φαίητε, οὐδὲ Μιλτιάδης οὐδὲν ἴσως τῶν σοφιστῶν. οἶμαι δὲ κἂν ἐν θεῶν δικαστηρίῳ Μιλτιάδην κρινόμενον ἁπάσαις ἀποφυγεῖν, οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα. εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, ὁ δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι, ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. καὶ γάρ τοι κατὰ πόλεις