Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 177 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
177.p78
177.p78
μὲν ἄλλους ἄλλοι νομίζουσιν ἀρχηγέτας, κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο. νομίζω δʼ ἔγωγε καὶ τὴν αἰτίαν ἣν ὕστερον ἔσχεν, εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν ἤδη, μέγιστον σύμβολον εἶναι τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διενεγκεῖν. ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου καὶ μηδὲν ἀήττητον εἶναι μηδὲ ἀνάλωτον, ὅπου Μιλτιάδης παρείη. εἶτʼ ἐγὼ τὸν οὕτως ἀνδρεῖον καὶ φρόνιμον καὶ σώφρονα, τὸν διὰ βίου μελετήσαντα ἀρετὴν, τοῦτον κολακείας μορίῳ σχολάσαι δοκῶ; τὸν οὐδʼ ὅτʼ ἐκρίνετο οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος, οὐ δακρύσαντα, οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος, τοῦτον ἐγὼ κόλακα οὑτωσὶ προσείπω μεγαλοπρεπῶς; καὶ τοῦτʼ ἦν τὸ κεφάλαιον τῶν ἐκείνῳ πεπολιτευμένων καὶ βεβιωμένων, κολακεία; καὶ πῶς οὐ δικαίως ἄν τις ἡμᾶς αἰτιῷτο αὐτοὺς κολακεύειν καὶ διακόνων ἔργον, οὐκ ἐλευθέρων ποιεῖν, εἰ τὴν ἑτέρου χάριν διώκοντες τἀληθὲς ἑκόντες διαφθείροιμεν; καὶ μὴν Πλάτωνι μὲν ἂν καὶ ἄλλα πολλὰ χαριζοίμεθα, ἐκείνου δὲ εἰ ταῦτα καταψηφιούμεθα, ἄλλην τίνʼ ἂν αὐτῷ τιμὴν ἀποδοίημεν ἔγωγε οὐχ ὁρῶ.
177.p79
177.p79
λοιπὸς τοίνυν Θεμιστοκλῆς, ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν, εἰ τὰ μάλιστα καὶ τοῦτʼ αὐτὸ ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται. ἀλλὰ μᾶλλον ὅστις ἐκείνου δεύτερος, τοῦτʼ ἴσως ἔργον εὑρεῖν. τοσούτῳ γὰρ ἡμῖν τὸν Μαραθῶνι, τὸν πάνυ, τὸν ὡς

Intertext edge

Open linked passage

Note