Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 178 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
178.p80
178.p80
βούλει λέγε, τοσούτῳ δʼ οὖν ἐκεῖνον ὑπερεβάλετο πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλόμενος. καὶ μὴν ὁ μὲν τοὺς ὑπάρχους τοῦ βασιλέως, ὁ δʼ αὐτὸν ἐνίκα βασιλέα· καὶ μετὰ μέν γε τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. πρὸς μὲν γὰρ ἐκείνην τὴν ἧτταν παρωξύνθη, πρὸς δὲ ταύτην ἀπεῖπεν, ὥσθʼ ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ. ᾔδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡττώμενος. οὔτʼ οὖν αὐτὸς ἐθάρρει μένειν οὔτʼ ἄλλον ἔπεμψε τοῦ λοιποῦ· οὐ γὰρ ἦν ὅ τι ἐλπίσοι. ἀλλὰ καὶ ὃν κατέλιπε Μαρδόνιον θανατῶντα ὡς εἰπεῖν κατέλιπε, καὶ ἅμα ἐμοὶ δοκεῖν ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλληνες. Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον ἡ τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν· Θεμιστοκλέα δὲ τὰ δεύτερα ἀεὶ τῶν προτέρων μείζονα ἐξεδέχετο καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει· τὸ μὲν γὰρ ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. καὶ Μιλτιάδῃ μὲν σχεδὸν ἀνδρείας μᾶλλον ἢ σοφίας ἔδει πρὸς τὰ παρόντα, Θεμιστοκλεῖ δὲ ἀνδρείας μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ μείζους οἱ φόβοι· πρὸς δὲ τούτῳ καὶ ἄλλων πολλῶν καὶ οὐδὲν ἀτιμοτέρων ὑπεύθυνος ἦν ἐκ τῶν περιεστηκότων, συνέσεως, μαντικῆς μὲν οὖν ὡς εἰπεῖν, μεγαλοψυχίας, δεινότητος, πραότητος, καρτερίας, εὐαρμοστίας πρὸς τοὺς καιροὺς, πρὸς τὰ πράγματα, πρὸς τοὺς ἄνδρας τοὺς ἀπὸ τῆς πόλεως, τοὺς ἀπὸ τῆς Ἑλλάδος, τοὺς πολεμίους. καί μοι δοκεῖ τὸ μὲν Μιλτιάδου στρατηγίᾳ μᾶλλον ἐοικὸς

Intertext edge

Open linked passage

Note