Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 179 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
179.p81
179.p81
συμβῆναι πρὸς τοὺς βαρβάρους, τὸ δὲ τοῦ Θεμιστοκλέους ἀκριβῶς πολιτεία γενέσθαι ἐν ἅπασι τοῖς Ἕλλησιν ἐξεταζομένη. τοσαῦτʼ ἦν τὰ πραττόμενα καὶ δημιουργούμενα, τὰ μὲν ἐν τῇ γῇ, τὰ δʼ ἐν τῇ θαλάττῃ· περὶ ὧν ἔμοιγε δοκεῖ καὶ Ὅμηρος ἂν, εἰ περιῆν, βουληθεὶς εἰπεῖν οὐχ ἧττον καλέσαι τὰς Μούσας ἢ περὶ τοῦ πῶς ἐνεπρήσθη ναῦς μία τῶν Θετταλῶν· εἰ δὲ βούλει, τίς πρῶτος ἀντῆρε τῷ Ἀγαμέμνονι τῶν ἐπικούρων ἢ τῶν Τρώων αὐτῶν. μᾶλλον δὲ τοῦτο μὲν οὐκ εἶχεν οἶμαι πυθέσθαι τίς ἦν ὁ πρῶτος ἀντάρας τῷ βασιλεῖ τῆς Ἀσίας, μικροῦ καὶ τῆς Εὐρώπης· ἀπὸ ποίων δέ τινων ἔργων ἢ λόγων ταῦτα ἠδυνήθη τελέσασθαι καὶ πρὸς πόσας τινὰς τῶν πολεμίων ναῦς καὶ πρὸς ποίαν τινὰ τὴν πᾶσαν παρασκευὴν καὶ ἔφοδον τοῦ βαρβάρου παρετάξατο, καὶ πῶς εἶχε τότε τἀνθρώπεια, τοῦτʼ ἔμοιγʼ ἂν ἐρωτᾶν δοκεῖ καὶ δεῖσθαι φράζειν, εἴπερ καὶ κατὰ μικρὸν ἔμελλε τῆς ἀξίας ἐφάψεσθαι. τί οὖν κωλύει καὶ νῦν ἡμᾶς, ἀρχὴ δὲ ἡμῖν ἐκ θεῶν, ἐξετάσαι πάλιν πῶς εἶχε τὰ τῶν καιρῶν, τὸν αὐτὸν τρόπον ὅνπερ ἀρτίως ἐξητάσαμεν, καὶ δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν ὁ Θεμιστοκλῆς; καίτοι τοῦτό γε οὐδὲν ἴσως προὔργου. ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς, ὅτι ὑπὲρ ὧν οὐδʼ εἰπεῖν ὡς βούλεταί τις ἐγχωρεῖ, ταῦτʼ ἐκεῖνος μετεχείρισεν ὡς ἐβούλετο. δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἡ ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρωποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν, ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς· οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο. δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένη

Intertext edge

Open linked passage

Note