Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 180 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
180.p82
180.p82
πάντα ὥσπερ μετανισταμένης ἑτέρωσε τῆς οἰκουμένης· καὶ βασιλεὺς ἀπῄει δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλὰς, ὥσπερ ἀρχὴ γῆς πάσης, τοῦ στρατοπέδου γιγνόμενος καθʼ ὃ βούλοιτʼ ἀεί. χρυσὸς δὲ καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πάντα ὁμότιμα ἤγετο, ὁμοίως ἐγγείοις ὀχήμασι καὶ ναυτικοῖς. ὡς δʼ εἰς ταυτὸν ἀπήντησαν αἱ δυνάμεις, οἱ μὲν πεζοὶ τὴν παραλίαν, αἱ δὲ νῆες τὴν θάλατταν ἀπέκρυψαν· εἰς δὲ τοὺς Ἕλληνας ἠγγέλλετο ἄξιον μὲν τῶν ἐπιόντων κακῶν οὐδὲν, ὅμως δὲ πολλὰ καὶ παντοῖα καὶ οἷα οὔπω πρότερον· καὶ οὐ τοσοῦτόν γʼ ἂν αὐτοὺς ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις ἐξέπληττεν, ὅσον ἡ τῆς γῆς καὶ θαλάττης ἔκλειψις γιγνομένη, πρὸς τὴν τοῦ βασιλέως ἐμοὶ δοκεῖν ἐπιθυμίαν μᾶλλον ἢ χρείαν. ἐδόκει γὰρ μόνος ὡς ἀληθῶς γῆς καὶ θαλάττης εἶναι κύριος, καὶ ποιεῖν καὶ διαφθείρειν· ᾧ γε ὁ μὲν Ἄθως τὰς ναῦς, ὁ δὲ Ἑλλήσποντος τὸ πεζὸν ἐδέξατο. πρὸς δὲ τούτοις τείχη μὲν ᾠκοδομεῖτο ὅπως ἀριθμοίη κατὰ μυρίους. ὁ δὲ ἥλιος συνεκρύπτετο τοῖς τοξεύμασιν· ἦν δὲ πλήρης ἡ μὲν θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δʼ ἀὴρ βελῶν. παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν, ὥστʼ ἔχεσθαι πάντας· πάντα δʼ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο. πολλὰ δὲ τῶν ἐθνῶν ἐξανηλίσκετο εἰς δεῖπνον τῷ βασιλεῖ. ἀπειλαὶ δὲ κηρύκων οὐ διέλιπον πάντοσε φοιτώντων, αἰτούντων γῆν καὶ ὕδωρ ὅστις βούλεται σῶς εἶναι. τὸ δὲ μαντεῖον φωνὰς ἠφίει δεινὰς καὶ χαλεπὰς ἅπασι τοῖς Ἕλλησιν. ἐδόκουν δὲ οὔτε τῶν νεῶν τὴν εἰρεσίαν ἀνέξεσθαι οὔτε τῶν ἵππων τὸν κτύπον. εἶχον δὲ οὔτε ἱεροῖς οὔτε συμμάχοις θαρρεῖν, οὐδʼ

Intertext edge

Open linked passage

Note