Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 181 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
181.p83
181.p83
εὑρεῖν οἵτινες ἀνθρώπων γένωνται. πρὸς δὲ τούτοις Γέλων μὲν καλούμενος οὐχ ὑπήκουεν, Ἀργεῖοι δʼ ἐκποδὼν ἦσαν, Κερκυραῖοι δὲ σοφώτερα ἢ δικαιότερα ἐβουλεύοντο, Θετταλοὶ δὲ ὑπʼ ἀνάγκης μὲν, ὅμως δὲ ἐμήδιζον, Βοιωτοὶ δὲ οὐδὲν βέλτιον Θετταλῶν ἐπεπράγεσαν, Δελφοὶ δὲ οὐκ εἶχον ὅ τι χρήσονται, ὀλίγον δὲ ἦν τὸ ὑγιαῖνον τῆς Ἑλλάδος, καὶ τοῦτο εἰς δύο πόλεις ἀνήρτητο, μᾶλλον δὲ εἰς ἕνα ἄνδρα, ὅ τι φρονήσειεν ἢ συμβουλεύσειε Θεμιστοκλῆς. ἐν τοῖς τοιούτοις μέντοι καιροῖς καὶ τοιαύτῃ πραγμάτων ἀωρίᾳ καὶ συγχύσει τῶν πάντων ἀνὴρ ἐκεῖνος ἑστηκὼς οὐκ ἠπόρησεν, οὐδʼ ἐξεπλάγη, οὐδʼ ηὔξατο αὑτῷ χανεῖν τὴν γῆν, οὐδʼ εὐδαιμόνισε τοὺς πάλαι κειμένους, οὐδʼ ἔπαθε ταὐτὸ τοῖς πολλοῖς, ἀλλὰ κατέστη τοῖς Ἕλλησιν ἀντʼ ἀγαθοῦ δαίμονος. πάντα γὰρ εἰς αὑτὸν ἀναδεξάμενος καὶ τὴν αὑτοῦ γνώμην ὑποθεὶς ἀντʼ ἄλλου του φυλακτηρίου, καὶ μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασι, καὶ οὐκ ἀποστραφεὶς ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες, ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε, οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε τῆς ἐλπίδος τοὺς Ἕλληνας, ἀλλὰ καὶ πολὺ τὴν προσδοκίαν ἐνήλλαξεν αὐτοῖς. οὐδὲν γὰρ τῶν ἐσχάτων ὅ τι οὐ πείσεσθαι τῶν πολλῶν νομιζόντων, καὶ βλεπόντων εἰς αἰσχρὰς μηχανὰς καὶ ἀπόρους καταφυγὰς, τοσοῦτον μετέστησε τὰ πράγματα ὥστε εἴ τις ὕστερον αὐτοὺς ἀπελθόντων τῶν βαρβάρων ἤρετο εἰ ἐβούλοντʼ ἂν μήτʼ ἐκείνους ἐπιστρατεῦσαι μήτε σφίσι ταῦτα πεπρᾶχθαι μήτε τοὺς κινδύνους σφίσι μηδὲ τὰς πράξεις γεγενῆσθαι, τεθνάναι πάντας ἂν

Intertext edge

Open linked passage

Note