Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 182 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
182.p84
182.p84
εἰπεῖν ἐθέλειν μᾶλλον ἢ ταῦτα ἄπρακτα αὑτοῖς εἶναι. οὕτως οὐ μόνον τὰς ἐλπίδας ὅσοι γε καὶ τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλείστων ὑπερεβάλετο καὶ ἔγωγε ἡδέως ἂν, εἴ πως ἐνῆν, ἠρόμην Πλάτωνα, πρὸς θεῶν τῶν Ἑλληνίων, τί χρῆν ποιεῖν τὸν Θεμιστοκλέα κατʼ ἐκείνους τοὺς χρόνους, ἢ τί λέγειν κάλλιον ὧν εἶπεν; ἢ τί γράφειν βέλτιον ὧν ἔγραψεν; ἢ τίνα ὁδὸν τῶν πραγμάτων ἐλθεῖν; ἢ ποίαν ἡγήσασθαι τοῖς Ἀθηναίοις; ἢ τίσι κρείττοσι χρήσασθαι λογισμοῖς; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, εἰ δὲ μὴ, ἄλλος τις κληρονομείτω τοῦ λόγου, λεγέτω, δεικνύτω τί χρῆν πράττειν τὸν Θεμιστοκλέα τότε καὶ πῶς χρήσασθαι τοῖς παροῦσι. πότερʼ εἰς τὴν πνύκα συλλέξαντʼ Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι καὶ διδάσκειν τί αὐτοδίκαιον καὶ τί αὐτοκαλὸν, καὶ τί τὸ ὂν μὲν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; ταχέως μέντἂν αὐτοὺς καὶ γένεσις καὶ τὸ εἶναι καὶ πάντα ἐπέλιπεν. ἀλλʼ ὅθεν ἀνδρεία τὸ πρῶτον ἐκλήθη καὶ ὅθεν δειλία ζητεῖν, καὶ πότερον ῥεῖ τὰ πάντα ἢ οὔ; ἔγνωσαν μέντἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς. ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν ἢ ποιεῖν; τρίτον γὰρ ἤδη τὸ ἐρώτημα ὥσπερ σύνθημα περιήκει. πόθεν ἐξετάσομεν τὸν Θεμιστοκλέα πότερον τῷ ὄντι σύμβουλος καὶ προστάτης καὶ ἡγεμὼν ἦν, ἢ τί καὶ ἄλλο πρέπον ἀκοῦσαι; καὶ μὴν δεῖ γε δυοῖν θάτερον, ἢ τὰ πραχθέντα ὑπʼ αὐτοῦ μέμψασθαί τινα ἔχειν, ἢ δεῖξαι τί δέον πρᾶξαι παρέλιπε, τὸ ῥᾷον καὶ ἥδιον ἀντὶ τοῦ καλοῦ προελόμενος. καίτοι τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους οὐδὲν ἔχειν φασὶ λαμπρὸν

Intertext edge

Open linked passage

Note